[ ]
Phokis — Delphi — 270/269 or 269/268 BC? — FD 3:4.415 — BCH 6.1882.236
1 | ἐπὶ Ἀθάμβου ἄρχοντος, βου[λευόντω]ν Ἀρισταγόρα, Δάμωνος, Πλείστωνος, Κλε[ο]- |
ξένου, Νικοδάμου· ἔδοξε τᾶι [πόλει τῶν Δε]λφῶν ἐν ἀγορᾶι τελείωι· ἐπειδὴ τοὶ ἱερο- | |
μνάμονες εὐεργέται ἐγένο[ντο τοῦ τε ἱε]ροῦ καὶ τᾶς πόλιος, τὰ νόμιμα καὶ τὰ δί- | |
καια πράσσοντες, δεδόσθα[ι αὐτοῖς κα]ὶ ἐκγόνοις προξενίαν, προμαντείαν, | |
5 | ἀσυλίαν, ἐπιτιμὰν καθάπερ Δ[ελφοῖς, π]ροεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι οὓς |
ἁ πόλις ἄγει καὶ τᾶλλα πάντ[α ὅσ]α καὶ τοῖς ἄλλοις εὐεργέταις καὶ προξένοις· | |
ἦν δὲ ἱερομνάμονες τοίδε· Α[ἰτ]ω[λ]ῶν Σάτυρος, Κυδρίων, Ματτυξ[ί]δας, Στρατόλα- | |
ος, Κόνων, Ἀντίμαχος· Φωκέ[ων] Λάμπρων, Πολύξενος· Βοιωτῶν Πολύκριτος, Διδύ- | |
μων· Μαλιέων Λακράτης [Λα]μιεύς· Λοκρῶν Ἐπικναμιδίων Μυανεύς· Ἀθ[η]ναί- | |
10 | ων Ἱερώνυμος· Δωριέων τῶν ἐκ Πελοποννάσου Λύανδρος Αἰγινάτας. |