CID 4:23
[ ] Phokis — Delphi — 273/2 or 272/1 BC? — FD 3:2.203
1 ἐπὶ Ἀρχιάδα ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἠρινῆς, ἱερομνημονούντων
Αἰτωλῶν Γαύσου, Τριχᾶ, Πολύφρονος, Τεισάρχου, Πολυχάρμου· Φωκέων
Δωροθέου, Πεισίωνος· Δελφῶν Ἀναξανδρίδα, Νικοδάμου· Βοιωτῶν Θηβαγγέλου,
Μοιρίχου· Ἀθηναίων Φαλαίκου· Εὐβοιέων Ἐπηράστου· Σικυωνίων Σωσικλέους·
5 ἔδοξε τοῖς ἱερομνήμοσιν· ἐπειδὴ Σάτυρος Νικομάχου Ἀκαρνὰν ἐκ Τυρβείου
καὶ Τείσανδρος Μικκίνα Αἰτωλὸς ἐγ Βοττοῦ καὶ Φαινίων Καλ<λ>ικλέους
Μεγαρεὺς χρήματα τῶι θεῶι ἐμάνυσαν ἃ ἦσαν ἐκ τοῦ ἱεροῦ ἀπολω<λό>τα
ἀπὸ τοῦ ἀναθέματος τοῦ Φωκέων, καὶ ἐξήλεγξαν τοὺς ἱεροσυληκότας,
καὶ τά τε ἀπολωλότα ἐκ τοῦ ἱεροῦ ἀνέσωσαν, καὶ τὰ ἄλλα ἃ αὐτοὶ ἐκτημένο[ι]
10 ἦσαν οἱ ἱεροσυλήσαντες ἱερὰ ἐγένοντο τῶι θεῶι, δεδόχθαι τοῖς ἱερομνή̣[μοσι]
Σατύρωι καὶ Τεισάνδρωι καὶ Φαινίωνι δοῦναι προδικίαν καὶ ἀσφάλεια[ν]
καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς ἄλλοις αἱ προδικίαι ἐντί, καὶ αὐτοῖς
καὶ ἐκγόνοις, ἐπειδὴ φαίνονται τὸν θεὸν εὐεργετηκότες.
Search Help
Contact Us