[ ]
Phokis — Delphi — 279/9-278/7 BC — FD 3:2.68, ll.61-94
1 | δόγμα ἀρχαῖον Ἀμφικτιό- |
νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς, | |
ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος· Αἰ- | |
τωλῶν Λυκέα, Δωριμάχου· Βοιωτῶν Ἀσώπωνος· Διονυσί- | |
5 | δου· Φωκέων Εὐφρέα, Χαρέα· {²vac.}² ἔδοξεν τοῖς Ἀμφικτ[ί]- |
οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς] | |
ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί- | |
ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό- | |
θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ- | |
10 | τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό- |
[ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ- | |
[ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι- | |
[κ]ᾶς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ- | |
[σίαι], ἐφ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς | |
15 | [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]- |
[μονήτων καὶ] ἱερῶ̣[ν π]ρὸς ταῖς [τῶν θεῶν λειτουργί]- | |
[αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τε̣[χνίταν, μήτε πο]- | |
[λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων] | |
[πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βολαίου ὑπόχρεος] | |
20 | [ὁ τεχν]ί̣τας· {²vac.}² ἐὰν δέ τις παρὰ ταῦτα ποιῆ[ι, ὑπόδικος ἔστω] |
[ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀδ̣[ίκημα κα]- | |
[τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλειαν̣ [καὶ τὰν ἀ]- | |
[σ]φάλειαν τὰν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις] | |
[τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]· | |
25 | τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]- |
ναν, καὶ στῆσαι ἐν Δελφοῖς· πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς] | |
τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ- | |
σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν] | |
ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]- | |
30 | τι τοῖς παρκαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι] |
δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα] | |
χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύξ[ειν ὑπὲρ] | |
τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβε[ις· Ἀστυδάμας] | |
[π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος τ[ραγωιδός]. |