[ ]
Mys. — Pergamon: Asklepieion — mid-2nd c. AD?
| 1 | [— — — — — — — — — — — — — — — — — —] κ̣α̣ὶ̣ τ̣ραπεζού̣σθ̣ω σκ̣[έ]- |
| [λος δεξιὸν κ]α̣ὶ σπλάγχ̣ν̣α κα[ὶ] λ̣αβὼν̣ ἄλλον στέφανον ἐλάας π[ρο]- | |
| [θυέσθω Διὶ] Ἀποτροπαίωι πόπανον ῥαβδωτὸν ἐννεόμφαλον καὶ v | |
| [Διὶ Μειλιχίω]ι πόπανον ῥαβδωτὸν ἐννεόμφαλον καὶ Ἀρτέμιδ[ι] | |
| 5 | [․․c.7․․] καὶ Ἀρτέμιδι Προθυραίαι καὶ Γῆι ἑκάστηι πόπανον v? |
| [ἐννεόμφ]α̣λον. v ταῦτα δὲ ποήσας θυέτω χοῖρον γαλ̣α̣θηνὸν v | |
| [τῶι Ἀσκλ]ηπιῶι ἐπὶ τοῦ βωμοῦ καὶ τ̣ρα̣πεζούσθω σκέλος δεξ[ι]- | |
| [ὸν καὶ σπ]λάγχνα. ἐμ̣β̣αλλέτω δὲ ε̣ἰ̣ς̣ τὸν θησαυρὸν ὀβολοὺς τρεῖ[ς]. | |
| [εἰς δὲ τὴ]ν̣ ἑσπέραν ἐ̣πιβαλλέ[σ]θ̣ω πόπανα τρί̣α̣ ἐννεόμφαλα, | |
| 10 | [τούτων μὲ]ν̣ δύ̣ο ἐπὶ τὴν ἔξω θυμέλην Τύχηι καὶ Μνημοσύνηι, v? |
| [τὸ δὲ τρίτ]ον ἐν τῶι ἐγκοιμητηρίωι Θέμιδι. v ἁγνευέτω δὲ ὁ v | |
| [εἰσπορευ]ό̣μενος εἰς τὸ ἐγκοιμητήριον ἀπό τε τῶν προειρημέ%⁸¹- | |
| [νων πάν]τ̣ων καὶ ἀφροδισίων καὶ αἰγείου κρέως καὶ τυροῦ κα[ὶ] | |
| [․․c.7․․]ΙΑΜΙΔΟΣ τριταῖος. v τὸν δὲ στέφανον ὁ ἐγκοιμ̣ώμενος | |
| 15 | [ἀποτιθέμ]εν̣ος κα̣ταλειπέτω ἐπὶ τῆς στιβάδος. v ἐὰν δέ τις βού- |
| [ληται ὑπὲρ] τοῦ αὐτοῦ ἐπερωτᾶν πλεονάκις, προθυέσθω χοῖρο̣[ν], | |
| [ἐὰν δὲ καὶ] ὑπὲρ ἄλλου πράγματος ἐπερωτᾶι, προθυέσθω χοῖρο[ν] | |
| [ἄλλον κατὰ] τὰ προγεγρ̣αμμένα. εἰς δὲ τὸ μικρὸν ἐγκοιμητήριον | |
| [ὁ εἰσιὼν ἁγ]νείαν ἁγνευέτω τὴν αὐτήν. v προθυέ̣σθω δὲ Διὶ Ἀποτ[ρο]- | |
| 20 | [παίωι πόπ]ανον ῥαβδωτ̣ὸν ἐννεόμφ̣αλ̣ον καὶ Διὶ Μ̣ε̣ιλιχίωι πόπ[α]- |
| [νον ῥαβδω]τ̣ὸν ἐννεόμφαλ̣ον καὶ Ἀρτέμ̣ιδι Προθυραίαι καὶ Ἀρτέμι- | |
| [δι ․․c.6․․]ι̣ καὶ Γῇ ἑκάστηι πόπανον̣ ἐννεόμφαλον. ἐμβαλλέ- | |
| [τω δὲ καὶ] εἰς τὸν θησαυρὸν ὀ̣β̣ολοὺ̣ς τρεῖς. περιθυέσθωσαν | |
| [δὲ πελανο(?)]ῖς μέλιτι καὶ ἐλαίω̣ι δεδευμένοις καὶ λιβανωτῶι̣ | |
| 25 | [πάντες οἱ θ]εραπεύοντες τὸν θεὸν ἑπόμενοι τῶι ἱερεῖ καὶ ΙΕ[․?] |
| [․․․c.9․․․]. v εἰς δὲ τὴν ἑσπέραν ἐπιβαλλέσθωσαν οἵ τε ΠΡΟ[․?] | |
| [․․․c.8․․․ ε]ἰ̣ς τὸ ἐγκοιμητήριον καὶ οἱ περιθυσάμενοι πάν%⁸¹- | |
| [τες πόπα]να τρία ἐννεόμφαλα Θέμιδι, Τύχηι, Μνημοσύνηι ἑ%⁸¹- | |
| [κάστηι πό]π̣ανον. v καθιστάτωσαν δὲ ἐγγύους τῶν ἰα̣τρείων τῶ[ι] | |
| 30 | [θεῶι, ἃ ἂν α]ὐ̣τοὺς πράσσηται, ἀποδώσειν ἐντὸς ἐνιαυτοῦ. v |
| [․․․c.8․․․] ἴατρα μὴ νεώτερα ἐνιαυσίων. v ἐμβαλέτωσαν δὲ v? | |
| [εἰς τὸν θησ]αυρὸν τοῦ Ἀσκληπιοῦ τὰ ἴατρα, Φωκαΐδα τῶι Ἀπό[λ]- | |
| [λωνι καὶ Φ]ω̣καΐδα τῶι Ἀσκληπιῶι, ὑγιεῖς γενόμενοι καὶ ἐάν τι̣ | |
| [ἄλλο αὐτ]ο̣ὺς αἰτή{ι}σηι {²⁶αἰτήσηι}²⁶ ὁ θεός. {²vac.}² | |
| 35 | [․c.2․ Κ]λώδιος Γλύκων |
| [ἱερ]ονομῶν ἀνέθηκεν. |