[ ] Mys. — Pergamon: Asklepieion — 120-215 AD
1 ἡ ἱερὰ βουλὴ τῆς μητρο-
πόλεως τῆς Ἀσίας καὶ δὶς
νεωκόρου πρώτης τῶν
Σεβαστῶν Περγαμηνῶν
5 πόλεως v ἐτίμησεν καὶ
ταύτῃ τῇ τιμῇ Γ. Ἰούλιον
Φαῦστον Λουππιανὸν τὸν
ἀγωνοθέτην καὶ πολίτην
ἀναστήσαντος τὸν ἀν-
10 δριάντα Γ. Ἰουλίου Φαύστου
Στρατονεικιανοῦ τοῦ
     πατρός.
Search Help
Contact Us