IvP III 30
[ ] Mys. — Pergamon: Asklepieion — 120-215 AD
1        [ἡ βουλὴ καὶ ὁ δῆμος]
       [τῆς μητροπόλεως τῆς Ἀσίας]
       καὶ δὶς νεωκόρου πρώτης
       Περγαμηνῶν πόλεως
5              ἐτίμησεν
Τιβ. Κλ. Νεικομήδους υἱὸν Κυρείνᾳ Πῖον,
χειλίαρχον σπείρης ἱππικῆς Ῥωμαίων πολιτῶν,
χειλίαρχον λεγιῶνος δʹ Σκυθικῆς, χειλίαρχον
λεγιῶνος γʹ Γαλλικῆς, ἔπαρχον εἴλης Φρυγῶν,
10 ἀρχιερέα Ἀσίας ναῶν τῶν ἐν Περγάμωι, κτίστην
ἔργων· προπύλου τοῦ πρὸς τῆι ἀγορᾶι καὶ ὡροσκο-
πίου καὶ ζυγοστασίου, ἀγωνοθέτην δι’ αἰῶνος
τῶν σεβαστονεικηφορίων κοινῶν τῆς Ἀσίας
ἐκ τῶν ἑαυτοῦ χρημάτων {²vac.}² πατέρα
15 Τ. Οὐιβίου Πίου ἐπάρχου σπείρης Σπανῶν πρώ-
της, χειλιάρχου σπείρης [․․] αὐθαιρέτων πολι-
τῶν καὶ χειλιάρχου λεγιῶνος ζ Κλαυδίας,
[— — —]ΟΥ [ἐπάρ]χου εἴλης ΑΒΑΡΒΑΝ̣․․
        {²2 Zeilen unlesbar}²
Search Help
Contact Us