[ ] Mys. — Pergamon: Asklepieion — 118 AD
A.1 Γ. Ἰούλιον Κουαδρᾶτον Βάσσον ὕπατον,
ποντίφικα, στρατηλάτην γενόμενον
Δακικοῦ πολέμου καὶ συνκαθελόντα τὸν ἐκεῖ
πόλεμον Αὐτοκράτορι Τραιανῷ, τιμηθέντ[α]
5 [θρι]αμβικαῖς τ̣[ιμαῖς, πρ]ε̣σβευτὴν καὶ ἀντιστρά-
τηγον ἐπαρχείαἸ]ουδαίας, πρεσβευτὴν καὶ
ἀντιστράτηγον Καππαδοκίας Γαλατίας
Ἀρμενίας μικρᾶς Πόντου Παφλαγονίας Ἰσαυ-
[ρίας Φρυγί]ας, πρεσβευτὴν καὶ ἀντιστράτη-
10 [γον ἐπαρχ]είας Συρίας Φοινίκης Κομμαγή-
[νης, πρεσβ]ευτὴν καὶ ἀντιστράτηγον ἐπαρ-
[χείας Δακίας, χ]ειλίαρχον λεγιῶνος ιγʹ, ἐπιμελη-
[τὴν χαλκοῦ] χρυσοῦ ἀργύρου χαράγματος,
[ταμίαν Κρή]τ̣ης καὶ Κυρήνης, ἀγορανόμον
15 [κανδιδᾶτον, στρα]τηγὸν δήμου Ῥωμαίων,
[πραιπόσιτον λεγ]ι̣ῶνος ιαʹ Κλαυδίας εὐ-
[σεβοῦς καὶ λεγιῶ]νος δʹ, Σκυθικῆς καὶ λεγι-
[ῶνος ․․․c.11․․․․] καὶ λεγιῶνος ιβʹ Κεραυνο-
[φόρου καὶ λεγιῶν]ο̣ς γʹ Γαλλικῆς καὶ λεγιῶνος
20 [․․․c.9․․․ καὶ λεγιῶ]νος ιγʹ Γεμίνης καὶ λεγι-
[%⁸⁰%⁸⁰ῶνος ․․․․c.12․․․․ ἄ]ν̣δρα εὐγενῆ καὶ ἐκ {²vac.}²
[vvvv βασιλέων τὸ γένος] κατάγοντα {²vac.}²
[vv ἀναστησάντων τὴν τι]μὴν Σελευκέων
[— — — τῶν πρὸς τῷ Ζεύγ]ματι διὰ πρεσβευτοῦ
25 [— — — — — — — — — — —]νου.
                        {²vacat}²
B.26 οὗτος ἔτι στρατευόμενος ἐν
Δακίᾳ καὶ τὴν ἐπαρχείαν διέπων
τελευτᾷ καὶ τὸ σῶμα αὐτοῦ εἰς τὴν
Ἀσίαν ἠνέχθη βασταζόμενον ὑπὸ
30 στρατιωτῶν τεταγμένων ὑπὸ σημέα
      ἑκατοντάρχου
πρειμοπειλαρίου Κυιντιλίου Καπίτω-
νος γεινομένης αὐτῷ προπομπῆς
κατὰ πᾶσαν πόλιν καὶ παρεμβολὴν
35 οὕτω διαταξαμένου Αὐτοκράτορος
θεοῦ Ἁδριανοῦ καὶ μνῆμα αὐτῷ ἐκ
  τοῦ φίσκου κατεσκευάσθη.
Search Help
Contact Us