[ ] Mys. — Pergamon: Asklepieion — aft. ca. 150/160 AD
1 πυνθανομένων Περ-
γαμηνῶν τοῦ ἐν Διδύμοι[ς]
Ἀπόλλωνος, ὅποι ὅσιον
εἴη θάπτεσθαι τοὺς
5 ἥρωας Μάρκ[ε]λλον
καὶ Ῥουφεῖνον διὰ τὸ
παρελθὸν αὐτοῖς
ἐνάρετον τοῦ βίου·
ἔχρησεν ὁ θεός·
10    {²vacat}²
Search Help
Contact Us