[ ] Mys. — Pergamon — Rom. Imp. period — IGR 4.507, GVI 2040
face A.1 τύμβον μέν, Φι̣[λάδελφε, Γλύκων]
  σοι δείμαθ’ ἑτα[ῖρος], /
  ὅντε λίπες τῆς [σῆς ἄξιον]
         υἷα τέχνης· /
5     ὅσσον γὰρ σὺ κράτιστος ἰη-
     τρῶν ἔπλεο πάντων, /
    τόσσον τῶν ἄλλων ἔξο-
    χός ἐστι Γλύκων. / ψυχὴ
    δ’ ἐκ ῥεθέων πταμένη με̣-
10     τὰ δαίμονας ἄλλους. / ἤλ[υ]-
    θε σή, ναίεις δ’ ἐν μακάρω[ν]
    δαπέδῳ #⁵⁶ / ἵλαθι καί μοι ὄ-
    παζε νόσων ἄκος ὡς τὸ πά-
    ροιθεν· / νῦν γὰρ θειοτέ-
15     ρην μοῖραν ἔχεις βιότο[υ]. /
             {²vacat}²
16     ἄξιον, ὦ Φιλάδελφ’, ἀρετ̣[ῆς πό]-
    τμον ἔλλαχες αἴσης, / [ἔξοχ’]
    ἰητορίης, ἔξοχε καὶ σ[οφίης]· /
    ο̣ὐ γὰρ δὴ νοῦ̣σος σ̣έβ[ας ἄρθ]-
20     [ρων ὤλεσε τ]ῶνδε, / γόμ[φων]
    ἁρμ[ον]ί̣ην δ̣[η]ρ̣ὸς ἔλυ[σε χρό]-
    νος. / οἷον δὲ ὑπνώων̣ [ἐν]-
    ερεύθ̣εται ἄνθεα μήλ[ων], /
    τοῖος καὶ νέ̣κυς ὢν κε̣[ῖσο]
25     καταλ[λ]εχέων. / νῦν σ’ [ἤδη]
    δύναμαι θαρρῶν εὐδαίμ[ο]-
    να κλῄζειν, / ὄλβιε καὶ ζω-
     ῆς, ὄλβιε καὶ θανάτου. ❦ /
   ε[ὖ] θάνεν Ἱπποκράτης· ἀλλ’ [ο]ὐ θ̣ά̣[νεν].
30    οὐδ’ ἄρ’ ἔγωγε, / τοῦ πάλαι Ἱπποκ̣[ρά]-
   τους οὐδὲν ἀσημότερος· /
  ἀλλ’ ἔτυμον ψυχὴ μένει ο[ὐρανί]-
   η Φιλαδέλφου, / σῶμα δὲ [θνητὸν ἐ]-
   ὸν χθὼν ἱερὴ κατέχει. /
35   τ[— — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]
face B.1  χαῖρε, γύναι Πάνθεια,
 παρ’ ἀνέρος, ὃς μετὰ μοῖραν /
 σὴν ὀλοοῦ θανάτου πένθος
 ἄλαστον ἔχω. / οὐ γάρ πω τοί-
5  ην ἄλοχον ζυγίη{ν} ἴδεν Ἥρη /
 εἶδος καὶ πινυτὴν ἠδὲ σαοφρο-
 σύνην. / αὐτή μοι καὶ παῖδας ἐγεί-
 ναο πάντας ὁμοίους, / αὐτὴ καὶ
 γαμέτου κήδεο καὶ τεκέων /
10  καὶ βιοτῆς οἴακα καθευθύνεσκες
 ἐν οἴκῳ / καὶ κλέος ὕψωσας ξυ-
 νὸν ἰητορίης, / οὐδὲ γυν<ή> περ
 ἐοῦσα ἐμῆς ἀπολείπεο {⁴ΑΠΕΛΕΙΠΕΟ facs.}⁴ τέχνης. /
 τοὔνεκά σοι τύμβον τεῦξε Γλύ-
15  κων γαμέτης, / ὅς γε καὶ ἀθ[ανά]-
 τοιο δέμας κεύθει Φιλαδέλου], /
[ἔ]νθ̣[α] κα̣ὶ αὐτὸς ἐγὼ κείσομ̣[αι],
 αἴ κε θά[νω], / ὡς̣ [ἀγλα]ϊσμὸν̣ [ζῶν]
 σοι ἐκοινώνησα κατ̣’ α[ἶσ]α̣ν, /
20 ὧδε δὲ κα<ὶ ξ>υνὴν {ην} γαῖαν ἐφε[σ]-
         σάμενος. /
Search Help
Contact Us