IvP II 489
[ ] Mys. — Pergamon — 2nd-1st c. BC?
1     ὁ δῆμος ἐτίμησεν
Μόσχιον Καυσίλου, τὴν ἱέρηαν
τῆς Πολιάδος καὶ Νικηφόρου Ἀθηνᾶς,
διά τε τὴν πρὸς θεοὺς εὐσέβειαν καὶ τὴν̣
5   τῶν γονέων πρ̣ὸς τὸν δῆμον εὔνο̣ιαν.
Search Help