[ ]
Mys. — Pergamon — Rom. Imp. period
1 | Π. #⁵⁶ Εὔφημος κ̣αὶ Τ̣υλλία Σπ̣ένδου̣σα̣, οἱ ἱεραφόροι, καθιέρωσαν |
τοὺς θεούς, οὓς ἡ θεὸς ἐκέλευσε· Σάραπιν, Εἶσιν, Ἄνουβιν, Ἁρφο- | |
κράτην, Ὄσειριν, Ἆπιν, Ἥλιον ἐφ’ ἵππῳ καὶ ἱκέτην παρὰ τῶι ἵππῳ, Ἄρη, Διοσ- | |
κόρους, σινδόνα ἐν ᾗ ἐζῳ<γ>ράφ<η>ται ἡ θεὸς καὶ τὰ περὶ τὴν θεὸ[ν] | |
5 | πάντ<α>, ἄλλας σινδόνας λαμπρὰς τρεῖς, πέταλα χρυσέα ὀγδο- |
ήκοντ<α>. ἐπεσκεύασ<αν> δὲ καὶ τὰ ἀκρόχειρα τῶν ἀγαλμάτων, σαν- | |
δάλια, χαλκεῖα καὶ περιραντήριον πρὸ τοῦ πυλῶνος. ❦ |