[ ] Mys. — Pergamon — Roman period
1        [ἀγ]αθῆι  τύχηι.
[Ὀλύμποιο] μέτωπον, ἄκρην Τειτηνίδα, ναίων,
[ὦ Ζεῦ δέσποτα], χαῖρε. λιταζομένωμ πολιητέων
[κλῦθι, πάτερ μ]ακάρων τε καὶ ἀτρυγέτων ἀνθρώπων,
5 [λαμπρῶς οὐραν]ίην ἐφέπων ἴτυν αἰγλήεσσαν,
[δημιοεργὲ βίου] πεφατισμένε σοῖς ὑ#⁸⁰πὸ φύλοις·
[τῶν ἀγαθῶν γὰρ] φαῦλα διακρείνας πάρος ὕ#⁸⁰λης
[πᾶσιν ἔδωκας χ]ρῆσιν ἐπάρκιον ἡ#⁸⁰μερίοισιν,
[νείμας καὶ γαῖάν] τε πολύκλ〚α〛υστόν {²⁶πολύκλυστόν}²⁶ τε θάλασσαν,
10 [αἰθέρα καὶ πά]ντ’ ἄλλα, τὰ σὴ ποιήσατο μῆτις.
[ἐλθέ σε κληΐζο]υσι, μάκαρ, μάκαρ εἵλαος ἡμῖν
καὶ πτόλ̣ι̣[ν ἰθύν]ο̣υσιν ἀμύμοσιν {⁴ΑΜΥΜΟΣΙ facs.}⁴ Περγαμίδαισιν,
ἐλθὲ σὺν ἰητῆρι θεῶμ παιήονι κλειτῶι
θεσπεσίην Ὑγίειαν ἐς ἀγλαὰ δώματ’ ἄγοντι
15 Εὐνομίηι τε καὶ Εὐστασίηι λιπαρῆι τ’ Εἰρήνηι
Ἥρηι τε ζυγίηι, ἀλόχῳ σέο κυδηέσσηι,
καὶ Θέμιδι ἀρχε̣γ̣όνωι, προυφητίδι καρτεροβούλωι,
καὶ γάμον [ἁζο]μένηι γλαυκώπιδι Τριτογενείηι {⁴ΤΡΕΙΤΟΓΕΝΕΙΗΙ facs.}⁴
κα̣ὶ π̣[αίδων μεδ]έοντι διακτόρωι Ἑρμάωνι
20 [καὶ Μοίραις κλυμ]έ̣νηισιν ἀμύμοσιν ἀδρ̣[ηστ]είαις.
[κοίρανος οὐρα]νίαισι κεκασμένος ἤνεκ̣ες ὥραις,
[ἦρι περιστέλλο]ντι κό̣μην εὔθρεπτον ἀρ̣ούραις
[ἠδὲ θέρει καρπὸν πολ]ι̣όσταχυν ἀμώοντι̣
[πορφύρεόν τε τρυγῶν]τι βότρυν λιπαρῶι μ[ε]θοπώρῳ
25 [καὶ χειμῶνι βροτοῖς] ὥρην εὔκρητον ἄγο[ν]τ̣ι,
[ἐλθὲ πόλιν σώζ]ειμ, μάκαρ, ὄλβιε, καὶ λ[ύε πῆμα],
[ὅττι κακῶς ὠμῶς τ]ε κατὰ φρένας ἔλλ[αβεν ἡμᾶς].
[ταρβέομεν γὰρ πά]ν̣τες ἀεὶ κήτεια π̣[έλωρα]
[λοίμης· ἦ μάλα λ]αὸν ἄρειον ἀμ[ύμονα τρύχει],
30 [οἴστρωι λυσσηέ]ντι κατα̣[σκήπτουσα πολίταις].
[ἀλλὰ σύ, κάρπιμε] Παιά̣, — — — — — — — —]
Search Help
Contact Us