[ ]
Mys. — Pergamon — Roman period
| 1 | [ἀγ]αθῆι τύχηι. |
| [Ὀλύμποιο] μέτωπον, ἄκρην Τειτηνίδα, ναίων, | |
| [ὦ Ζεῦ δέσποτα], χαῖρε. λιταζομένωμ πολιητέων | |
| [κλῦθι, πάτερ μ]ακάρων τε καὶ ἀτρυγέτων ἀνθρώπων, | |
| 5 | [λαμπρῶς οὐραν]ίην ἐφέπων ἴτυν αἰγλήεσσαν, |
| [δημιοεργὲ βίου] πεφατισμένε σοῖς ὑ#⁸⁰πὸ φύλοις· | |
| [τῶν ἀγαθῶν γὰρ] φαῦλα διακρείνας πάρος ὕ#⁸⁰λης | |
| [πᾶσιν ἔδωκας χ]ρῆσιν ἐπάρκιον ἡ#⁸⁰μερίοισιν, | |
| [νείμας καὶ γαῖάν] τε πολύκλ〚α〛υστόν {²⁶πολύκλυστόν}²⁶ τε θάλασσαν, | |
| 10 | [αἰθέρα καὶ πά]ντ’ ἄλλα, τὰ σὴ ποιήσατο μῆτις. |
| [ἐλθέ σε κληΐζο]υσι, μάκαρ, μάκαρ εἵλαος ἡμῖν | |
| καὶ πτόλ̣ι̣[ν ἰθύν]ο̣υσιν ἀμύμοσιν {⁴ΑΜΥΜΟΣΙ facs.}⁴ Περγαμίδαισιν, | |
| ἐλθὲ σὺν ἰητῆρι θεῶμ παιήονι κλειτῶι | |
| θεσπεσίην Ὑγίειαν ἐς ἀγλαὰ δώματ’ ἄγοντι | |
| 15 | Εὐνομίηι τε καὶ Εὐστασίηι λιπαρῆι τ’ Εἰρήνηι |
| Ἥρηι τε ζυγίηι, ἀλόχῳ σέο κυδηέσσηι, | |
| καὶ Θέμιδι ἀρχε̣γ̣όνωι, προυφητίδι καρτεροβούλωι, | |
| καὶ γάμον [ἁζο]μένηι γλαυκώπιδι Τριτογενείηι {⁴ΤΡΕΙΤΟΓΕΝΕΙΗΙ facs.}⁴ | |
| κα̣ὶ π̣[αίδων μεδ]έοντι διακτόρωι Ἑρμάωνι | |
| 20 | [καὶ Μοίραις κλυμ]έ̣νηισιν ἀμύμοσιν ἀδρ̣[ηστ]είαις. |
| [κοίρανος οὐρα]νίαισι κεκασμένος ἤνεκ̣ες ὥραις, | |
| [ἦρι περιστέλλο]ντι κό̣μην εὔθρεπτον ἀρ̣ούραις | |
| [ἠδὲ θέρει καρπὸν πολ]ι̣όσταχυν ἀμώοντι̣ | |
| [πορφύρεόν τε τρυγῶν]τι βότρυν λιπαρῶι μ[ε]θοπώρῳ | |
| 25 | [καὶ χειμῶνι βροτοῖς] ὥρην εὔκρητον ἄγο[ν]τ̣ι, |
| [ἐλθὲ πόλιν σώζ]ειμ, μάκαρ, ὄλβιε, καὶ λ[ύε πῆμα], | |
| [ὅττι κακῶς ὠμῶς τ]ε κατὰ φρένας ἔλλ[αβεν ἡμᾶς]. | |
| [ταρβέομεν γὰρ πά]ν̣τες ἀεὶ κήτεια π̣[έλωρα] | |
| [λοίμης· ἦ μάλα λ]αὸν ἄρειον ἀμ[ύμονα τρύχει], | |
| 30 | [οἴστρωι λυσσηέ]ντι κατα̣[σκήπτουσα πολίταις]. |
| [ἀλλὰ σύ, κάρπιμε] Παιά̣[ν, — — — — — — — —] |