[ ] Mys. — Pergamon — ca. 98-94 BC — IK Ephesos 7 — OGIS 437; IGR 4.297
frg. AB.1 [συνθῆκαι Σαρδια]νῶν κ[αὶ Ἐφεσί]ων.
col. I.2 [Κόιντος Μούκιος Ποπλίου υἱὸς Σκαιόλας]
[ἀνθύπατος Ῥωμαίων Σαρδιανῶν τῆι βουλῆι κ]αὶ
[τῶι δήμωι χαίρειν· τῶν φιλίαι κριθέντων νυ]νὶ
5 [δήμων τε καὶ ἑτέρων κοινωνῶν ἀγῶνας τιθ]έ̣ναι
[βουλευσαμένων θυμελικοὺς καὶ γυμνικοὺς πε]ντα̣-
[ετηρικοὺς — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
col. II.2 Κόιντος Μού[κιος Ποπλίου υ]ἱὸς Σκαιόλ̣[ας]
ἀνθύπατος Ῥω[μαίων Ἐφεσί]ων τῆι βουλῆ̣[ι καὶ]
τῶι δήμωι χαί[ρειν· τῶν νυν]ὶ φιλίαι κριθέ[ντων]
5 δήμων τε καὶ ἑ[τέρων κοινω]νῶν τιθέναι θυμ[ε]-
λικοὺς κα̣ὶ γ̣υ̣[μνικοὺς ἀγῶ]να<ς> πενταετηρι-
[κοὺς βουλευσαμένων — — — —]․α̣ι περὶ του
[— — — — — — — — — — — — —] π̣ρ̣οτρεψο
frg. C.col. I.1 [— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
5 [— — — — — — — — — εἰς τὸ αὐτὸ] σ̣υμ-
[πορεύοιντο, ἐπέμψαμεν ․․․․․σον] Φυλο-
[τίμου Ἀθηναῖον τῶν ἐμ Περγάμωι, ἄν]δρα κα-
[λὸν καὶ ἀγαθὸν καὶ τῆς μεγίστης ἀξι]ούμε-
[νον πίστεως παρ’ ἡμῖν, πρός τε τὸν ὑ]μέτε-
10 [ρον δῆμον καὶ τὸν Ἐφεσίων, τὸν παρ]ακ̣α̣λέ-
[σοντα δοῦναι τὰς χεῖρας ἡμῖν εἰς] σύλλυ-
[σιν. συγκαταθεμένων δὲ τῶν δήμω]ν ἑκα-
[τέρων τοῖς παρακαλουμένοις καὶ πεμψ]ά̣ν-
[των πρεσβευτὰς ὑμῶν μὲν τοὺς στρατ]η-
15 [γοὺς Μενεκράτην Διοδώρου, Φοίνικα Φοί]-
[νικος, Ἀρχέλαον Θεοφίλου, Ἐφεσίων δὲ]
[Ἱκέσιον Ἀρτεμιδώρου, — — — — — —]
col. II.1 [— — — — — — —μ]ενος ․․․[— — — — — —]
[— — — — Σαρδια]νῶν τι ταρα[σσ— — —]
[․․․․] ἔ̣χ̣θραν καὶ διαφορὰν κα[— — — — —]
ἐπιφανεστέρας καὶ ἐνδοξ<ο>τέ̣[ρας, ἵνα οἱ ἀφ]-
5 εστηκότες αὐτῶν δῆμοι μετ[ὰ πάσης εὐνοί]-
ας εἰς τὸ αὐτὸ{υ} συμπορεύοιντο, ἐπέμψ̣[αμεν ․․․․․]
σον Φυλοτίμου Ἀθηναῖον̣ τ̣ῶν ἐ[μ Περγάμωι],
ἄνδρα κα̣λ̣ὸν καὶ ἀγαθὸ[ν] καὶ τῆς μ̣[εγίστης ἀξι]-
ούμενον πίστεως παρ’ [ἡμ]ῖν, πρός [τε τὸν ὑμέ]-
10 τερον δῆμον καὶ τὸν Σαρδιανῶν̣, [τὸν παρακα]-
λέσοντα δοῦναι τὰ̣ς χεῖρας ἡμῖν εἰ[ς σύλλυσιν].
συνκαταθεμένων δὲ τῶν δήμων ἑ̣[κατέρων]
τοῖς παρακαλουμένοις καὶ πεμψάντω[ν πρεσ]-
βευτὰς ὑμῶν μὲν Ἱκέσιον Ἀρτεμιδώρο[υ, Ποσει]-
15 δώνιον Ποσειδωνίου τοῦ Διονυσίου, Ἀ[ριστο]-
γείτονα Πάτρωνος, Ἀρτεμίδωρον Ἀρτ[εμιδώ]-
ρου, Μενεκράτην Μενεκ̣[ρά]τ[ου] τοῦ Ἀρ[τεμι]-
δώρου, Ἀπολλόδ[ωρον Ἑρμο]κρά̣τ̣[ου, Ἕρμιπ]-
πον Μενοίτου, Σα[ρδιανῶν δὲ τοὺς στρατη]-
20 γοὺς Μενεκράτη̣[ν Διοδώρου, Φοίνικα Φοίνικος],
Ἀρχέλαον Θεο[φίλου — — — — — — — εὐδο(?)]-
κῆσαι τὰ πρ[οτιθέμενα(?) — — — — — — — —]
τε μεσιτε[ύειν — — — — — — — — — — — —]
συμφέρε[ιν — — — — — — — — — — — — —]
frg. DE.1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]οντας τα̣
[— — — — — — — — — — — — — — — — — — — — — — —]Ι̣Λ̣[—]ς ἐκκλήτους δ․
[— — — — — — — — — — — — — — — — — πα]ρ̣αγ̣ένηται, δικ̣άζεσθαι τὸν ἀδι-
[κο]ύμενο[ν κατὰ τὰ προγεγραμμ]ένα ἐν τ̣ῆι τ̣οῦ ἀδικοῦντος πόλει. ἐὰν δέ τις συλη-
5 [θ]ῆι ἢ ἀδικηθ̣[ῆι Σαρδιανῶν ἢ Ἐφ]εσίων ὑπὸ τοῦ μὴ ὄντος μήτε Σαρδιανοῦ μήτε Ἐφεσίου
ἐξέστω{ι} τῶι Ἐφ[εσίωι ἐν Σάρδεσι κ]αὶ τῶι Σαρδιανῶι ἐν Ἐφέσωι τὸ δίκαιον λαμβάνειν κατὰ
τοὺς τῆς πόλε̣[ως νόμους, ἐν ἧι] ἂ̣ν ληφθῆι ὁ ἀδικήσας, πλὴν εἴ τινές εἰσιν ἐκ τῶν πόλεων, πρὸς
ἃς εἰσὶν συνθῆκ[αι ἴδιαι· τότε] διεξάγεσθαι κατὰ τὰς ἰδίας συνθήκας. ὅσα δ’ ἂν κατὰ πόλε-
μον μεθιστῇ τι[ς ἢ καὶ κατ’] ἄ̣λλο τι ὑπεκτιθῆται εἰς τὴν πόλιν ἢ τὴν χώραν ἢ Ἐφεσίων εἰς
10 Σάρδεις ἢ Σαρδ[ιανῶν] ε̣ἰς Ἔφεσον, ἐπιδέχεσθαί τε καὶ τοὺς ἄρχοντας ἐπιμέλεσθαι καὶ
[δια]ν̣α̣σώζ̣ειν̣. [Ἐφεσίω]ν δὲ καὶ τῶν κατοικούντων ἐν Ἐφέσωι καὶ τῇ χώραι μηθεὶς στρα-
[τευέσθω κατὰ Σαρ]δ̣ιανῶν μηδὲ δίοδον διδότω μηδὲ ξενολόγιον παρεχέτω μηδὲ ὅπ<λ>α
[διδότω μηδὲ χορηγ]είτω τοῖς Σαρδιανῶν πολεμίοις μήτε χρήματα μήτε ἀγορὰν μηδ[ὲ]
[λάφυρον ἐπιδεχέ]σ̣θω μηδὲ ἄλλο μηθὲν ἐπὶ βλάβῃ πρασσέτω, ὁμοίως δὲ μηδὲ Σαρδ[ι]-
15 [ανῶν μηθεὶς μ]ηδὲ τῶν̣ κατοικούντων ἐν Σάρδεσιν ἢ τῆι χώραι στρατευέσθω κατὰ Ἐφ[ε]-
[σίων μηδὲ δίο]δον διδότω μηδὲ ξενολόγιον παρεχέτω μηδὲ ὅπλα διδότω μηδὲ χορη̣-
[γείτω τοῖς Ἐφεσ]ίων πολεμίοις μήτε χρήματα μήτε ἀγορὰν μηδὲ λάφυρον ἐπιδεχέσθω μη-
[δὲ ἄλλο μη]δὲν ἐπὶ βλάβῃ πρασσέτω. ὁπότερος δ’ ἂν τῶν δήμων ὑπεναντίον
[πράσσηι τ]ινὶ τῶν ἐν τῆιδε τῆι συνθήκηι κατακεχωρισμένων, εἶναι τὸ δίκαιον λαβεῖν τῷ ἀδι-
20 [κουμένῳ] ἐπὶ τῆς λαχούσης πόλεως ἐξ ὧν ἂν κατὰ κοινὸν ἕλωνται πόλεων, γενομένου κλήρου ἀπὸ
[τῆς με]σ̣ιτευούσης τὰς συνθήκας πόλεως. ὁ δὲ φάμενος ἀδικεῖσθαι δῆμος προλεγέτω δι-
[ὰ πρε]σ̣βείας τῶι ἐγκαλουμένωι δήμωι τὸ ἔγκλημα καὶ παραγεινέσθωσαν οἱ παρ’ ἑκατέρων
[τ]ῶν πόλ̣ε̣ων εἰς τὴν διαδικασίαν, ἀφ’ ἧς ἂν τὸ ψήφισμα οἱ ἐγκαλοῦντες ἀναδῶσιν ἐν ἄλ-
λ̣αις ἡμέρα[ι]ς τριάκοντα, πρὸς τὸν μεσιτεύοντα δῆμον, καὶ ἐν ἄλλαις ἡμέραις πέντε κληρωσά-
25 τ̣ωσαν τὸν κρινοῦντα δῆμον, μετὰ δὲ τὸν κλῆρον ἐν ἄλλαις ἡμέραις ἑξήκοντα παραγενόμε-
νοι πρὸς τὸν εἰληχότα δῆμον διαδικαζέσθωσαν, φέροντες παρὰ τῶν ἰδίων πατρίδων
γράμματα πρὸς τὴν εἰληχεῖαν πόλιν ὑπὲρ τῆς δόσε̣ως τοῦ δικαστηρίου, καὶ τὸ κατακριθὲν
πρασσέτωσαν παραχρῆμα· ἐὰν δέ τις μὴ παραγ̣έ̣νηται ἢ ἐπὶ τὸν μεσιτεύοντα δῆμον
ἢ ἐπὶ τὴν λαχοῦσαν πόλιν, ἔστω κατὰ τὸν π̣αρόντα. ταῦτα δὲ ὑπάρχειν Σαρδιανοῖς καὶ̣
30 Ἐφεσίοις εἰς τὸν ἅπαντα χρόνον, καὶ ἐάν τι αἱ πόλεις οἰκειότερον βουλεύσωνται. ἀνα-
γράψαι δὲ καὶ εἰς στήλας λιθίνας τήνδε τὴν συνθήκην καὶ στῆσαι ἐν μὲν Ἐφέσωι ἐν
τῶι τῆς Ἀρτέμιδος ἱερῶι ἐν τῶι ἐπισημοτάτωι τόπωι, ἐν δὲ Σάρδεσιν ἐν τῶι τοῦ Διὸς ἱερῶ[ι]
ἐν τῶι ἐπισημοτάτωι τόπωι, ἐν δὲ Περγάμωι ὃν ἂν αἰτήσωνται κατὰ κοινὸν αἱ πόλεις ἐπισημ̣[ό]-
τατον τόπον. εἶναι δὲ τὴν συνθήκην κυρίαν, ὡς μὲν Ἐφέσιοι ἄγουσιν ἀπὸ πρυτάνεως Σελεύκου, ἱερέ[ως]
35 δὲ τῆς Ῥώμης Ἀρτεμιδώρου, μηνὸς Ταυρεῶνος τετράδος ἀπιόντος· ὡς δὲ Σαρδιανοὶ ἐπὶ ἱερέω[ς]
τῆς μὲν Ῥώμης Σωκράτου, τοῦ δὲ Διὸς τοῦ Πολιέως Ἀλκαίου, μηνὸς Δαισίου τετράδος ἀπιόντος.
εἰσὶν δὲ οἱ ὑφ’ ἑκατέρων τῶν δήμων ἀποδειχθέντες ἄνδρες ἐπὶ τῶν συλλύσεων· Σαρδιανῶν
μὲν Μενεκράτης Διοδώρου, Φοῖνιξ Φοίνικος, Ἀρχέλαος Θεοφίλου· Ἐφεσίων δὲ Ἱκέσιος Ἀρτεμιδώ-
ρου, Ποσειδώνιος Ποσειδωνίου τοῦ Διονυσίου, Ἀριστογείτων Πάτρωνος, Ἀρτεμίδωρος
40 Ἀ<ρ>τεμ<ι>δώρου, Μενεκράτης Μενεκράτου τοῦ Ἀρτεμιδώρου, Ἀπολλόδωρος Ἑρμοκράτου,
Ἕ̣ρμιππος Μενοίτου.
Search Help
Contact Us