[ ] Mys. — Pergamon — aft. 133 BC
1    Διονύσιος Μηνοφίλ̣[ου]
  ἱερονομήσα〚ντε〛ς {²⁶ἱερονομήσας}²⁶ τῶι δήμ[ωι].
ἁγνευέτωσαν δὲ κα̣ὶ εἰσίτωσαν εἰς τὸν τῆς θεο[ῦ ναὸν]
οἵ τε πολῖται καὶ οἱ ἄλλοι πάντες ἀπὸ μὲν τῆς ἰδίας γ[υναι]-
5 κὸς καὶ τοῦ ἰδίου ἀνδρὸς αὐθήμερον, ἀπὸ δὲ ἀλλοτρίας κ[αὶ]
ἀλλοτρίου δευτεραῖοι λουσάμενοι, ὡσαύτως δὲ καὶ ἀπὸ
κήδους κα̣ὶ τεκούσης γυναικὸς δευτεραῖο<ι>. ἀπὸ δὲ τάφου
καὶ ἐκφορᾶ̣[ς] περιρα<ν>άμενοι καὶ διελθόντες τὴν πύλην, κα-
θ’ ἣν τὰ ἁγιστήρια τίθεται, καθαροὶ ἔστωσαν αὐθήμερον.
                        {²vacat}²
10 ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· τὰ μὲν̣
 ἄλλ̣α περὶ τῶν θυόν[των τ]ῆι Νικ̣ηφόρωι Ἀθηνᾶι γίνεσθαι κατὰ̣
[τὰ προγεγραμμένα(?) — — — — — — — — — —]․․․Π[—][— — — — — —]
[․․․] κ̣αὶ τῶν εἰς τὸν [θ]η̣σαυρὸν ἐμβαλλομένων εὐ̣χ̣[αριστηρί]-
[ων σ]κ̣έλος δεξιὸν καὶ τὸ δέρμα. τὸ δὲ ὑπὲρ τῶν ὑῶν ἐκκ̣[είμε]-
15 [ν]ον τετρώβολον καὶ τῶν ἄλλων ἱερείων {⁸2 ob.+}⁸ ἐμβ̣[άλ]-
 λειν εἰς τὸν θησαυρόν, καθάπερ διατέτακται. εἶναι δ[ὲ τὸ]
 ψήφισμα κύριον διὰ παντός, ἐὰ<μ> μή τι ἄλλο δόξηι.
                        {²vacat}²
18 ἔδοξεν τῆι βουλῆι καὶ τῶι <δ>ήμωι· γνώμη στρατηγῶ[ν· ἐπει]-
 δὴ πρότερον ἦν εἰθισμένον τοὺς θύοντας τῆι Νικηφόρω̣Ἀ]-
20  θηνᾶι μετὰ τῶν διατεταγμένων τῆι θεᾶι γερῶν διδ[όναι]
 κα[ὶ] ἄλλοις τισὶν τῶν περὶ τὸ ἱερὸν διατριβόντων πλεί̣ο-
 να τρίπλευρα, δεδόχ<θ>αι· ἀπὸ τοῦ νῦν τοὺς κατ’ ἐνιαυτὸν τασ-
 σομένους ἱερον[ό]μους παραλα̣μβάνοντας τὰ τιθέμενα δέρ-
[μ]ατα ὑπὸ τῶν θυόντων καὶ πωλοῦντας διδόναι νεωκόρωι
25 [ὑ]ὸς μὲν {⁸2 ob.}⁸, προβάτου δὲ ἡμιωβέλιον, αὐλητρίδι καὶ ὀλο-
 λυκτρίαι κοινῆι τὸ ἴσον, τῶν δ’ ἐν τῆι ἄκραι θυομένων καὶ πυλω-
 ρῶι τῆ̣ς ἄκρας βοὸς μὲν {⁸pars oboli?}⁸, προβάτου δὲ {⁸pars oboli?}⁸, τὸ δὲ λοιπὸν
 τῆς τιμ̣ῆς κατατάσσειν εἰς τὰς ἱερὰς προσόδους. εἶναι δὲ τὸ
 ψήφισμα κύριον διὰ παντός, ἐὰν μή τι ἄλλο δόξηι.
Search Help
Contact Us