[ ]
Mys. — Pergamon — aft. 133 BC
| 1 | Διονύσιος Μηνοφίλ̣[ου] |
| ἱερονομήσα〚ντε〛ς {²⁶ἱερονομήσας}²⁶ τῶι δήμ[ωι]. | |
| ἁγνευέτωσαν δὲ κα̣ὶ εἰσίτωσαν εἰς τὸν τῆς θεο[ῦ ναὸν] | |
| οἵ τε πολῖται καὶ οἱ ἄλλοι πάντες ἀπὸ μὲν τῆς ἰδίας γ[υναι]- | |
| 5 | κὸς καὶ τοῦ ἰδίου ἀνδρὸς αὐθήμερον, ἀπὸ δὲ ἀλλοτρίας κ[αὶ] |
| ἀλλοτρίου δευτεραῖοι λουσάμενοι, ὡσαύτως δὲ καὶ ἀπὸ | |
| κήδους κα̣ὶ τεκούσης γυναικὸς δευτεραῖο<ι>. ἀπὸ δὲ τάφου | |
| καὶ ἐκφορᾶ̣[ς] περιρα<ν>άμενοι καὶ διελθόντες τὴν πύλην, κα- | |
| θ’ ἣν τὰ ἁγιστήρια τίθεται, καθαροὶ ἔστωσαν αὐθήμερον. | |
| {²vacat}² | |
| 10 | ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· τὰ μὲν̣ |
| ἄλλ̣α περὶ τῶν θυόν[των τ]ῆι Νικ̣ηφόρωι Ἀθηνᾶι γίνεσθαι κατὰ̣ | |
| [τὰ προγεγραμμένα(?) — — — — — — — — — —]․․․Π[—]․[— — — — — —] | |
| [․․․] κ̣αὶ τῶν εἰς τὸν [θ]η̣σαυρὸν ἐμβαλλομένων εὐ̣χ̣[αριστηρί]- | |
| [ων σ]κ̣έλος δεξιὸν καὶ τὸ δέρμα. τὸ δὲ ὑπὲρ τῶν ὑῶν ἐκκ̣[είμε]- | |
| 15 | [ν]ον τετρώβολον καὶ τῶν ἄλλων ἱερείων {⁸2 ob.+}⁸ ἐμβ̣[άλ]- |
| λειν εἰς τὸν θησαυρόν, καθάπερ διατέτακται. εἶναι δ[ὲ τὸ] | |
| ψήφισμα κύριον διὰ παντός, ἐὰ<μ> μή τι ἄλλο δόξηι. | |
| {²vacat}² | |
| 18 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι <δ>ήμωι· γνώμη στρατηγῶ[ν· ἐπει]- |
| δὴ πρότερον ἦν εἰθισμένον τοὺς θύοντας τῆι Νικηφόρω̣[ι Ἀ]- | |
| 20 | θηνᾶι μετὰ τῶν διατεταγμένων τῆι θεᾶι γερῶν διδ[όναι] |
| κα[ὶ] ἄλλοις τισὶν τῶν περὶ τὸ ἱερὸν διατριβόντων πλεί̣ο- | |
| να τρίπλευρα, δεδόχ<θ>αι· ἀπὸ τοῦ νῦν τοὺς κατ’ ἐνιαυτὸν τασ- | |
| σομένους ἱερον[ό]μους παραλα̣μβάνοντας τὰ τιθέμενα δέρ- | |
| [μ]ατα ὑπὸ τῶν θυόντων καὶ πωλοῦντας διδόναι νεωκόρωι | |
| 25 | [ὑ]ὸς μὲν {⁸2 ob.}⁸, προβάτου δὲ ἡμιωβέλιον, αὐλητρίδι καὶ ὀλο- |
| λυκτρίαι κοινῆι τὸ ἴσον, τῶν δ’ ἐν τῆι ἄκραι θυομένων καὶ πυλω- | |
| ρῶι τῆ̣ς ἄκρας βοὸς μὲν {⁸pars oboli?}⁸, προβάτου δὲ {⁸pars oboli?}⁸, τὸ δὲ λοιπὸν | |
| τῆς τιμ̣ῆς κατατάσσειν εἰς τὰς ἱερὰς προσόδους. εἶναι δὲ τὸ | |
| ψήφισμα κύριον διὰ παντός, ἐὰν μή τι ἄλλο δόξηι. |