[ ]
Mys. — Pergamon — 2nd c. BC?
1 | ἐπὶ πρυτάνεως Καβείρου, μηνὸς Πανθείου |
εἰκάδι· ἔγνω βουλὴ καὶ δῆμος γνώμηι | |
στρατηγῶν περὶ τῆς ἱερωσύνης τοῦ Ἀσκληπι[οῦ], | |
ὅπως ὑπάρχηι εἰς τὸν ἅπαντα χρόνον | |
5 | Ἀσκληπιάδηι καὶ τοῖς ἀπογόνοις τοῖς |
Ἀσκληπιάδου· τύχηι τῆι ἀγαθῆι· δεδόχθαι | |
τῆι βουλῆι καὶ τῶι δήμωι· τὴν μὲν ἱερωσύνην | |
τοῦ Ἀσκληπιοῦ καὶ τῶν ἄλλων θεῶν τῶν ἐν τῶι | |
Ἀσκληπ̣ι̣είωι ἱδρυμένων εἶναι Ἀσκληπιάδου | |
10 | τοῦ [Ἀρχί]ου καὶ τῶν ἀπογόνων τῶν Ἀσκληπιάδου |
εἰς ἅπ̣αν̣[τ]α [τ]ὸν χρόνον καὶ στεφανηφορεῖν αὐτῶν | |
ἀεὶ τὸν ἔχοντα τὴν ἱερωσύνην, λαμβάνειν δὲ | |
καὶ γέρα τῶν θυομένων ἱερείων ἐν τῶι ἱερῶι | |
πάντων σκέλος δεξιὸν καὶ τὰ δέρματα καὶ τἆλλα̣ | |
15 | τραπεζώματα πάντα τὰ παρατιθέμεν[α] |
[․․․․․]σ[—] κ̣α̣ρ̣πεύεσθαι δ̣ὲ αὐ̣τὸν καὶ τὸ ἱερ[ὸν] | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — —]․․ ὑπ̣ά̣ρ̣χειν εἰς ἅπαντ̣α τ̣ὸν χρόν̣[ον]. | |
20 | [εἶναι δ]ὲ καὶ ἀτέλειαν Ἀσκληπιάδηι πάντων |
[ὧν] ἡ πόλις κυρία, καὶ εἰς τὸ λοιπὸν | |
ἀ̣εὶ τῶι τὸν στέφανον ἔχοντι, ἀναγορεύεσθαι δ[ὲ] | |
εἰς προεδρίαν τὸν ἱερέα ἐν ἅπασι τοῖς ἀγῶσιν. | |
ἐπιμελεῖσθαι δὲ καὶ τῆς εὐκοσμίας τῆς κατὰ τὸ ἱερ[ὸν] | |
25 | πάσης τὸν ἱερέα̣ ὡς ἂν αὐτῶι δοκῆ[ι] |
καλῶς ἔχειν καὶ ὁσίως, κυριεύοντα τῶν ἱερῶν παίδων. | |
ὅπως δὲ ταῦτα εἰς τὸν ἅπαντα χρόνον διαμένηι | |
βέβαια <Ἀ>σκληπιάδηι καὶ τοῖς ἀπογόνοις τοῖς | |
Ἀσκληπιάδου, ἐπιτελεῖν ὁρκωμόσιον τὴν πόλιν | |
30 | ἐν τῆι ἀγορᾶι ἐπὶ τοῦ Διὸς τοῦ σωτῆρος τῶι βωμῶι |
καὶ ὀμόσαι τ<ὰ>ς τιμουχίας· ἦ μὴν ἐμμενεῖν ἐν οἷς | |
ἐψήφισται ἡ πόλις Ἀσκληπιάδηι καὶ τοῖς ἀπογόνοις | |
τοῖς Ἀσκληπιάδου. τοὺς δὲ στρατηγοὺς τοὺς ἐπ[ὶ] | |
Καβείρου πρυτάνεως ἐπιμεληθῆναι, ὅπως | |
35 | συντελεσθῇ ὁ ὅρκος καθάπερ γέγραπται. |
ἀναγράψαι δὲ αὐτοὺς καὶ τὸ ψήφισμα τόδε̣ | |
εἰς στήλας λιθίνας τρεῖς καὶ στῆσαι αὐτῶν | |
μίαν μὲν ἐν τῶι ἱερῶι τοῦ Ἀσκληπιοῦ ἐμ Περγάμῳ, | |
ἄλλην δὲ ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς ἐν ἀκροπόλε̣[ι], | |
40 | [τ]ὴ̣ν δὲ τρίτην ἐμ Μυτιλήνηι ἐν τῶι ἱερῶι τοῦ |
[Ἀσκλ]ηπιοῦ. ἐγγράψαι δὲ καὶ εἰς τοὺς νόμους | |
[τοὺς τ]ῆς πόλεως τὸ ψήφισμα τόδε καὶ | |
[χρήσθω]σαν αὐτῶι νόμωι κυρίωι εἰς ἅπαντα τὸν χρόνον. |