IvP I 249
[ ] Mys. — Pergamon — 133 BC or shortly after — OGIS 338, IGR 4.289
1 ἐπὶ ἱερέως Μενεστρά[του] τ̣οῦ Ἀπολλοδώρου,
μηνὸς Εὐμενείου ἐννε[ακαιδε]κάτηι· ἔδοξεν τῶ[ι]
δήμωι, γνώμη στρατηγῶ̣[ν· ἐπε]ὶ βασιλεὺς Ἄτταλος
φιλομήτωρ καὶ εὐεργέτη[ς μεθισ]τάμενος ἐξ ἀν-
5 θρώπων ἀπολέλοιπεν τὴμ̣ [πατρ]ίδα ἡμῶν ἐλευθέραμ̣,
προσορίσας αὐτῆι καὶ πολεμ̣[ία]γ̣ χώραν, ἣν ἔκριν[εν <δεῖν ἰσονομεῖσθαι(?)>],
δεῖ δὲ ἐπικυρωθῆναι τὴν διαθήκ̣[η]ν̣ ὑπὸ Ῥωμαίων, [ἐπιτήδει]-
όν τέ ἐστιν ἕνεκα τῆς κοινῆς ἀσ[φ]αλείας καὶ τὰ̣ [ὑποτετα]-
γμένα γένη μετέχειν τῆς πολιτεί[α]ς διὰ τὸ ἅπα[σαν εὔ]-
10 νοιαμ προσενηνέχθαι πρὸς τὸν δῆμ̣[ο]ν· ἀγαθῆ[ι τύχηι δεδό]-
χθαι τῶι δήμωι δεδόσθαι πολιτείαν [τ]οῖς ὑπογ̣[εγραμμέ]-
νοις· τοῖς ἀναφερομένοις ἐν ταῖς τῶ[ν] παροί[κων ἀπο]-
γραφαῖς καὶ τῶν στρατιωτῶν τοῖς κατ̣ο̣ικοῦσι̣ν [τὴμ πό]-
λιγ καὶ τὴγ χώραν, ὁμοίως δὲ καὶ Μακεδόσ̣ι̣ν καὶ Μυσ̣[οῖς]
15 καὶ τοῖς ἀναφερομένοις ἐν τῶι φρουρίωι καὶ [τῆι πόλει τῆι]
ἀρχαίαι κατοίκοις καὶ Μασδυηνοῖς κα̣[ὶ — — —]
καὶ παραφυλακίταις καὶ τοῖς ἄλλοις ἐ[μφρού]-
ροις τοῖς κατοικοῦσιν ἢ ἐνεκτημένοις ἐν τῆ̣[ι πόλει]
ἢ τῆι χώραι, ὁμοίως δὲ καὶ γυναιξὶγ καὶ παισ[ίν].
20 εἰς δὲ τοὺς παροίκους μετατεθῆναι τοὺς ἐκ τ̣[ῶν]
ἐξελευθέρων καὶ βασιλικοὺς τούς τε ἐν ἡλικ<ί>α[ι]
καὶ τοὺς νεωτέρους, κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς γυνα[ῖ]-
κας πλὴν τῶν ἠγορασμένων ἐπὶ τοῦ φιλαδέλφου
καὶ φιλομήτορος βασιλέων καὶ τῶν ἀνειλημμένω[ν]
25 ἐκ τῶν οὐσιῶν τῶγ γεγενημένωμ βασιλικῶν, κατὰ τα[ὐ]-
τὰ δὲ καὶ τοὺς δημοσίους. ὅσοι δὲ̣ τῶν κατοικούν-
των ἢ ὅσαι ἐγλελοίπασιν ὑπὸ τὸν καιρ̣ὸν τῆς <τελευτῆς> τοῦ βασιλέω̣ς̣
ἢ ἐγλίπωσιν τὴμ πόλιν ἢ τὴγ χώραν, εἶναι αὐτοὺς κα[ὶ]
αὐτὰς ἀτίμους τε καὶ τὰ ἑκατέρων ὑπάρχοντα τῆς
30 πόλεως.
              τετράδι ἀπιόντος·
[ἔδ]οξεν τῶι δήμωι, γνώμη στρατηγῶν· ἐπ̣εὶ ἐ̣ν̣ [τῶι γε]-
[νομέν]ω̣ι ψηφίσματι περ[ὶ] τοῦ δοθῆναι πολιτεία̣ν̣ τ̣[οῖς]
[ἀναφερομένοις] ἐ̣ν ταῖς τῶμ̣ παρο̣ίκων ἀπογραφαῖς [καὶ]
35 [τοῖς λοιποῖς γένεσιν] τ̣οῖς δηλουμένοις ἐν τῶι ψηφί̣σ[μα]-
[τι καὶ περὶ τοῦ μετατεθῆναι εἰς τοὺ]ς̣ παροίκους τοὺς [ἐκ]
[τῶν ἐξελευθέρων καὶ βασιλικοὺς κ]α̣ὶ δ̣ημοσίους [—]
Search Help
Contact Us