IvP I 167
[ ] Mys. — Pergamon — 166 BC or shortly after — OGIS 299
1           ὁ δῆμος
     Μῆτριν Ἀρτεμιδώρου
     ἱερητεύσασαν τὰ ἔνατα
     Νικηφόρια τοῦ στεφανίτου ἀγῶνος.
5 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· ἐπεὶ ἱερητευούσης
τῆς Νικηφόρου Ἀθηνᾶς Μήτριδος, τῆς Ἀρτεμιδώρου τοῦ Θεοτίμου θυγατρός,
μείζονα εὐημερήματα γέγονεν τῶι βασιλεῖ, ἐξ ὧν τὰ μέγιστ’ ἀγαθὰ τῶι τε ἡμε-
τέρωι δήμωι καὶ τοῖς ἄλλοις ἅπασιν περιγέγονεν, καθήκοντ’ ἐστίν, πρὸς
τὴν κοινὴν τιμὴν τοῦ πράγματος ἀνήκοντος, πρόνοιαν ἡμᾶς ποιήσασθαι τῶν τοιούτων
10 τὴν μεγίστην. διὸ καὶ ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃ-
νῆσθαί τε Μῆτριν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἐπὶ τῶι προσηνῆ γεγενῆσθαι
αὐτὴν τῆι θεᾶι καὶ τὴν καλλίστην κατάστασιν ἀπηντηκέναι τῶν πραγμάτων
καὶ στεφανῶσαι αὐτὴν χρυσῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου καὶ εἰκόνι
χαλκῆι, ἣν στῆσαι ἐν τῶι ἱερῶι τῆς Νικηφόρου Ἀθηνᾶς, καὶ ἐπιγράψαι ἐπὶ
15 τοῦ βήματος ὅτι "ὁ δῆμος Μῆτριν Ἀρτεμιδώρου ἱερητεύσασαν τὰ ἔνατα Νι-
κηφόρια τοῦ στεφανίτου ἀγῶνος". τὴν δ’ ἀναγόρευσιν ποιήσασθαι τῶν
ἐψηφισμένων τιμῶν τὸν ἀγωνοθέτην Τριετηρίδων τῆι δεύτερ<αι> ἡμέραι,
ἐν ἧι τοὺς χοροὺς ἵστησιν ἡ πόλις τῆι θεᾶι.
Search Help
Contact Us