[ ]
Mys. — Pergamon — bef. 263 BC
| 1 | [πο]λ̣λὰ μὲν ἐγ Λ[ι]β̣ύης ἦλθ’ ἅρματα, πολλὰ δ’ ἀπ’ Ἄργευ[ς], |
| [πο]λλὰ δὲ π[ι]είρη̣ς ἦλθ’ ἀπὸ Θεσσαλίης, | |
| [ο]ἷσιν ἐνη̣ριθ̣[μ]εῖτο καὶ Ἀττάλου. ἀθρόα δ’ ὕσπληξ | |
| πάντα διὰ στρεπτοῦ τείνα̣τ̣’ ἔ̣χουσα κάλω· | |
| 5 | [ἦ] μέγ’ [ἐ]π̣αχ̣ήσασα θοὰς ἐξήλασε πώλους, |
| αἱ δὲ διὰ σταδίου πυκνὸν ὄρεγμ’ ἔφερον, | |
| ἄλλαι ἐπ’ ἄλλα θέουσαι. ὁ δ’ Ἀττάλου ἶσος ἀέλληι | |
| δίφρος ἀεὶ προτέραν πο[σ]σὶν ἔφαινε̣ κόνιν· | |
| χοἰ μὲν ἐτ’ ἀ̣μπνείοντες ἐδήριον, αὐτὰρ ὁ τοῖσι̣[ν] | |
| 10 | ἐγρά̣φεθ’, Ἑλλάνων ταῖς τόκα̣ μυριάσιν. |
| φήμα δ’ εἰς Φιλέταιρον ἀοίδιμος ἦλθε καὶ οἴκους | |
| Περγάμου Ἀλείωι τ[ελ]σαμένα στεφάνωι. |