[ ]
Thrace — Byzantion (Istanbul) — 447 AD — SEG 44.580 — BE (1995) 720; (1998) 635 (Feissel)
| ☩ ☩ [☩] | |
| Θευδοσίου τόδε τεῖχος ἀγακλήεντ̣[ι σκήπτρῳ] | |
| ἀμφότερον λάεσσι κεκασμένον ἄλκαρ ἀ[έρθη] | |
| ὑψηλόν· τὸ μὲν ἔνδον ἐπὶ προτέρων ἐνι̣[αυτῶν] | |
| ἐννάετες μογέων ἀνστήσατο καρτερὸ[ς ἥρως] | |
| 5 | εἰσέτι κουρίζων, κτεῖνεν δ’ ἔπι βάρβαρα φ̣[ῦλα]· |
| αὐτὰρ ὁ δεύτερον αὖθις, ὃ δὴ πέρι θαῦμ’ ἐτ[έτυκτο], | |
| ἑξήκοντα δρόμοισι κύκλον τόσον ἤρα̣[το τείχους]· | |
| τοῦ γὰρ ἐφημοσύνῃσιν ἐδίματο Κωνσ̣[ταντῖνος] | |
| ἔξοχος ἀντολίης ὁπότ’ ἔλλαχεν ἡνία [γαίης]. | |
| 10 | ❦ ❦ [❦] |