[ ] Att. — non-stoich. — p. post 229/8
1 — — — — — — εν — — — — — — — — — — — — — —
[— — — — — δ]ῆμος κ — — — — — — — — — — — — —
[— — — — τὴ]ν ἐλευθερί[αν — — — — — — — — —]
— — — — — — μένων χρημάτ[ων — — — — — — — —]
5 [— — — — ἐδά]νεισεν μετὰ τὰ[ς — — — — — — —]
[․․․· ἐπέδωκ]ε δὲ καὶ εἰς τὴν χῶσιν [τῶν λιμένων — —]
[․․, ὅπως ἂ]ν τὸ γεινόμενον ἀνάλωμ[α — — — — —· ἀπο]-
[σταλεὶς] δὲ καὶ παρὰ τῆς πόλεως τῆς Σε̣[λευκέων πρὸς τ]-
[ὸν δῆ]μον τά τε ἐξ ἀρχῆ[ς] οἰκεῖα ὑπάρ[χοντα Σελευκ]-
10 [εῦσι]ν ἐκ προγόνων ἀνενεώσατο καὶ σ[υνεπηύξη]-
[σε] μετὰ τῶν συμπρεσβευτῶν τὰ φιλ[άνθρωπα τὰ πρὸ]-
[ς ἀ]λλήλας ταῖς πόλεσιν· ἐφ’ οἷς πάλιν [ἐστεφάνωσεν]
[αὐ]τὸν ὁ δῆμος· καὶ ἐν τοῖς ἄλλοις δὲ [πᾶσιν διετέλει]
φροντίζων τῆς πόλεως ὡσανεὶ ὑπὲ[ρ τῆς πατρίδος]·
15 ὅπως ἂν οὖν ἐφάμιλλον ε[ἶ] εὐεργετε[ῖν πᾶσιν εἰδό]-
σιν, ὅτι καὶ ὁ δῆμος καθάπερ αὐτῶ[ι πάτριόν ἐστιν, ἀπο]-
δώσει τὴν προσήκουσαν ἑκάστο[ις χάριν, ἀγαθεῖ]
τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς π[ροέδρους οἵτινες]
ἂν λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐ[κκλησίαν χρηματίσαι]
20 περὶ τούτων, γνώμην δὲ ξυμβά[λλεσθαι τῆς βουλῆς]
εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ [βουλεῖ, ἐπαινέσαι μὲν]
Ἀριστοκρέοντα [Ν]αυσικρά[τους Σελευκέα καὶ στεφα]-
νῶσαι αὐτὸν θαλλοῦ στεφάν[ωι ἀρετῆς ἕνεκεν καὶ]
φιλοτιμίας τῆς εἰς τὴν βουλ[ὴν καὶ τὸν δῆμον τὸν]
25 Ἀθηναίων· εἶναι δὲ αὐτὸν [καὶ πρόξενον τοῦ δή]-
μου καὶ τοὺς ἐγγόνους αὐτ[οῦ καὶ εἶναι αὐτῶι]
τε καὶ ἐγγόνοις καὶ ἔγκτη[σιν οἰκίας μὲν ἐν]-
τὸς v ΧΧΧ v, γῆς δὲ v ΤΤ· v ὑπ[άρχειν δὲ αὐτῶι καὶ εἰς]
τὸ λοιπὸν τήν τε εὔνοιαν [καὶ τὴν ἀρετὴν ἴσην]
30 παρεχομένωι καὶ ἄλλο ἀγ[αθὸν εὑρέσθαι παρὰ]
τῆς βουλῆς καὶ τοῦ δήμου [οὗ ἂν δοκῆι ἄξιος εἶναι].
ἀναγράψαι δὲ τόδε τὸ ψήφ[ισμα τὸν γραμματέα τὸν]
κατὰ πρυτανείαν ἐν στ[ήληι λιθίνηι καὶ στῆσαι]
ἐν ἀκροπόλει, τὸ δὲ γενό[μενον ἀνάλωμα εἰς τὴν]
35 [π]οίησιν τῆς στήλης κα[ὶ ἀνάθεσιν μερίσαι τὸν τα]-
[μί]α[ν] τῶν στρατιωτικῶν [καὶ τοὺς ἐπὶ τεῖ]
[διο]ικήσει.
Search Help
Contact Us