1 | ἐπὶ Χαρικλέους ἄρχοντος ἐ[πὶ τῆς Ἐρε]- |
χθεῖδος ἕκτης πρυτανεία[ς, εἷ — — — — —] | |
Εὐαινέτου Ῥαμνούσιος ἐγρ[αμμάτευεν]· | |
Ποσιδεῶνος ἐμβολίμου ἑν[δεκάτει, ἐνά]- | |
5 | τει καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλη]- |
σία ἐμ Πειραιεῖ· τῶν προέδρ[ων ἐπεψήφι]- | |
ζεν Ταυρίδας Δίωνος Ἀραφή[νιος καὶ συμ]- | |
πρόεδροι· vv ἔδοξεν τεῖ βου[λεῖ καὶ τῶι δή]- | |
μωι· vvv Λαμπρίας Λαμπρίο[υ Θοραιεὺς] | |
10 | εἶπεν· ἐπειδὴ Ἀριστοκρέω[ν εὔνους ὢν δι]- |
ατελεῖ τῶι δήμωι καὶ χρεία[ς παρεχόμενος] | |
τοῖς ἀφικνουμένοις τῶν [πολιτῶν εἰς Ἀν]- | |
τιόχειαν, παραγεγονὼς δὲ [καὶ εἰς τὴν πό]- | |
λιν ἐπὶ σχολὴν τὴν ἀναστ[ροφὴν εὐσχημό]- | |
15 | νως πεπόηται, ἐπαγγέλλετα[ι δὲ καὶ εἰς τὸ λοι]- |
πὸν κατὰ τὴν ἑαυτοῦ δύναμ[ιν ἀεί τινος ἀγα]- | |
θοῦ παραίτιος ἔσεσθαι καὶ ἰδ[ίαι τοῖς ἀφικνου]- | |
μένοις καὶ κοινεῖ τῶι δήμ[ωι· περὶ ὧν καὶ ἀπομε]- | |
μαρτυρήκασιν αὐτῶι πλε[ίους τῶν θεωρῶν] | |
20 | καὶ τῶν σπονδοφόρων· ὅπως [ἂν οὖν ἡ βουλὴ] |
καὶ ὁ δῆμος φαίνηται τιμῶ[ν τοὺς εὐεργέ]- | |
τας καὶ χάριτας ἀξίας ἀποδ[ιδούς· ἀγαθεῖ τύ]- | |
[χ]ει δεδόχθαι τεῖ βουλεῖ το[ὺς λαχόντας προ]- | |
[έδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐ[κκλησίαν χρημα]- | |
25 | [τίσαι περὶ] τούτω[ν, γ]νώμη[ν δὲ ξυμβάλλεσθαι κτλ.] |
IG II²
785