| 1 | ἐπὶ Θερσιλόχου ἄρχοντος ἐ[πὶ τῆς ․․․ντί]- |
| [δ]ος δευτέρας̣ πρυτανείας v, ἧ[ι Διόδοτος Δ]- | |
| ιογνήτου Φρεάρριος ἐγραμμ[άτευεν· Μετα]- | |
| γειτνιῶνος δωδεκάτηι, δωδε[κάτηι τῆς πρ]- | |
| 5 | υτανείας· v ἐκκλησία κυρία· τῶ[ν προέδρων] |
| ἐπεψήφιζεν v Πυθογένης Γλαυ[κίππου Ἀλω]- | |
| πεκῆθεν καὶ συ[μ]πρόεδροι· vacat | |
| vvv ἔδοξεν τῆι βουλῆι καὶ τῶ[ι δήμωι]· vacat | |
| Καλαΐδης Καλαΐδου Ξυπεταιὼν [εἶπεν· ἐπε]- | |
| 10 | ιδὴ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ [τοῦ κοινο]- |
| ῦ τοῦ Βοιωτῶν σύμβολον ποιησαμ[ένων πρὸ]- | |
| ς ἀλλήλους καὶ ἑλομένων ἔκκλητ[ον τὴν Λα]- | |
| μιέων πόλιν, ἀνεδέξατο καθιεῖν [τὸ δικασ]- | |
| τήριον καὶ νῦν οἱ ἀποσταλέντε[ς ὑπὸ τῶν Λ]- | |
| 15 | [αμιέων] ἐπὶ [τὰς] δ[ί]κας ἀποφα[ίνουσιν ․․․․] |
IG II²
778