Manumission record. White marble orthostate with kymation at top
and bottom.
[ ]
Malis — Echinos (Achinos) — 133/134-ca. 150 AD — Ametos. Tomos Androniko (1987) 254, D
1 | στρ(ατηγοῦντος) Πετραίου τοῦ Ἡρακλείδου, μη(νὸς) Ἱπποδρομίου λοιπῶν |
πέντε, Ἡδονὴ καὶ τὰ ἐξ αὐτῆς Διονύσιος καὶ Μνά- | |
σων καὶ Εὔκαρπος καὶ Στρατόνικος ὁ ἀδελφὸς αὐτῆς | |
καὶ Τυχαρὼ οἱ ἀπηλευθερωμένοι ὑπὸ Κτησίππου | |
5 | τοῦ Τιμοκράτους ἔδωκαν Ὀνησᾷ Λέοντος τῷ ταμί- |
ᾳ τῆς πόλεως ἀντὶ τῶν στατήρων ἕκαστος αὐτῶν | |
ἀργυρίου 𐆖 εἴκοσι δύο ἥμισον, ὥστε Ἐμπεδοξένῳ | |
Πολεμάρχου καὶ Ζωπύρῳ Εὐνείκου τοῖς ἱερεῦσι | |
καὶ ἀγωνοθέταις τῶν κατὰ πόλιν Σεβαστῶν. |