Honorary decree of the Peparethians for judges from Larisa. White
marble stele.
[ ]
Thess. (Pelasgiotis) — Larisa — 2nd c. BC — Demetrias I (1976) 205-213
See also:
| 1 | ἐπειδὴ ἀσυντελέστου γενομέν[η]ς [τ]ῆ[ς δι]κ̣α<ιο>νομίας |
| ἐν τῷ παρεληλυθότι χρόνῳ ὁ δ[ῆ]μος σπεύδων ὑπὲρ | |
| [τ]ῆς πρὸς ἀλλήλους δικαιοδοσίας, [περί] τε τῶν ἕλκο- | |
| μένων ἐνκλημάτων ἐκ τ[οῦ] ὑπεράνω χρόνου καὶ | |
| 5 | [τ]ῆς ἐκ τούτων ὑπαρχούσης πρὸς αὑτοὺς διαφορᾶς, ὁ- |
| μοίως δὲ καὶ περ[ὶ] τῶν ἀμφι[σ]βητουμένων παρ’ αὐτοῖς | |
| κατὰ τὰς ἀπογραφὰς τὰ[ς] γεγενημένας περὶ τῶν ὑπαρ- | |
| [χ]όντων δι’ ὧν ἕ[κ]αστος τὰ ἑαυτοῦ ․․․․11․․․․․ΕΩΣ̣Ε̣Ν | |
| ․Γ ΗΙ ΟΧΙ Ι Ι ἐψηφίσατο μεταπέμψασ[θ]αι [δ]ικαστήριον [ὑπὲρ] | |
| 10 | τοῦ γενέσθαι τῶν διασαφουμένων τὴν διεξαγωγὴν |
| κατὰ τὸ κάλ<λ>ιστον καὶ προκρίνας τὸν Λαρισαίων δῆμον | |
| [ὄ]ντα ἑαυτοῦ συνγενῆ καὶ φίλον ἔπεμψεν πρὸς αὐτὸν | |
| [ψ]ήφισμά τε καὶ πρεσβευ[τὴν] Τιμοκράτην Χρέμητος, ἄν- | |
| δρα καλὸν κἀγαθὸν τῶν τιμωμένων παρ’ ἡμῖν τὸν τά τε | |
| 15 | γράμματα ἀποδώσοντα καὶ διαλεγησόμενον ἀκολο[ύ]- |
| [θ]ως τοῖς ἐν τῷ ψηφίσματι κατακεχωρισμένοις, ὁ δὲ δῆμος | |
| [ὁ] Λ[αρι]σαίων ἀκούσας τὰ ὑπὸ τοῦ πρεσβευτοῦ παρακαλού- | |
| [μ]εν[α, π]ρὸ παντὸς [δὲ] θέμενος τὸ καλῶς ἔχον καὶ τὴν Η- | |
| ․․․․․ΑΝ συνγένειάν τε καὶ φιλίαν προτιμήσας, τόν τε | |
| 20 | [πρ]εσβευτὴν ἀπεδέξατο φιλοφρόνως καὶ ἐξαπέστει- |
| [λε]ν δικαστὰς τῶν ἐν [τ]ιμ[ῇ] καὶ δόξῃ καθεστώτων Πάνδο- | |
| [κ]ον Ἀλκότα, Διογένην [Δ]ημητρίου, καὶ γραμματέα Ἡρα- | |
| [κ]λείδην Σωτίωνος ἄνδρας καλοὺς καὶ ἀγαθοὺς τῶν τι- | |
| [μωμένων παρ’ αὐτοῖς κ]αὶ πιστευομένων, ἀξίους τῆς τε | |
| 25 | [ἑ]α[υτῶ]ν πατρ[ίδος καὶ τῆ]ς ἡμετέρας πόλεως, οἵτινες παρα- |
| [γ]ενό[με]νο[ι καὶ περὶ πλ]είστου ποιησάμενοι τήν τε πρὸς τοὺς | |
| [․․․․․․․․․․․․․․ καὶ] τὴν τῶν ἡμετέρων νόμων τήρησιν | |
| ․․․․Λ․․․․․․․․․․․․․․․․Ε#⁷Ο․ τὸ δίκαιον, ἀδωροδοκήτους | |
| [δὲ ἑαυτοὺς πᾶσι π]αρεχόμενοι τοῖς εἰς τὸ δικαστήριον εἰσ- | |
| 30 | [αχθεῖσι(ν) ἀπέδειξαν? τ]ὴν [ἑαυ]τῶν ἀρετὴν καὶ τὴν ἐν τούτοις |
| [δικαιοσύνην, οὔτε πόνον οὔτε κ]ακοπάθιαν ἐκκλίνοντες, ἐκτε- | |
| [νῶς καὶ φιλοτίμως τὴν δικαστείαν? δια]καρτεροῦντες, ἕνε- | |
| [κεν τοῦ συλλυθέντων πάντων] τῶν ἐχόντων τὰ ἐνκλήματα | |
| [πρὸς ἑαυτοὺς ἐκ τῆς] προυπαρχούσης διαφορᾶς εἰς ὁμόνοι- | |
| 35 | [αν τὴν πόλιν ἀποκαταστῆ]σαι· καὶ π[ερ]ὶ ὧν ἔδει διαλαβεῖν αὐ- |
| [τοὺς ἐνκλημάτων, περί] τε τῶν δανείων καὶ τῶν ἄλλων πάντων, | |
| [ἔκριναν? ἐ]πί τε [τῷ συν]φέροντι κα<ὶ> τὸ βέλτιστον πρὸ ὀφθαλ- | |
| [μῶν ποιοῦμενοι τοῖς] Πεπ[αρ]ηθίοις κατὰ κοινὸν τυχικῆι | |
| [․․․․․․․․· τοῖς δὲ] πάντω[ς] ․ΓΙ․․Ι․ΟΜΕΝΟΙΣ κρίσεως ἐδίκα- | |
| 40 | [σαν τὰς δίκας ὀρθ]ῶς καὶ δικαίως κατὰ τοὺς νόμους, τήν τε |
| [παρεπιδημίαν ἐποιήσαντο π]αρ’ ἡμῖν μετὰ πάσης εὐταξίας | |
| [καὶ εὐσχημοσύνης, ἀξίους] τῶ[ν] τε ἀποστειλάντων αὐτούς, ἀξί- | |
| [ους δὲ καὶ τῆς ἡμετέρας πόλ]εως· ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆ- | |
| [μος πρωτεύων φαίνηται ἐν] χα[ρί]τος ἀποδόσει, τιμῶν δὲ τοὺς κα- | |
| 45 | [λοὺς κἀγαθοὺς ἄνδρας ταῖς ἀξίαι]ς τιμαῖς· ἐπ’ ἀγαθῇ τύχῃ καὶ σω- |
| [τηρίᾳ ἀμφοτέρων τῶν πόλεων], δεδόχθαι τῆι βουλῇ καὶ τῷ δήμῳ | |
| [τῶν Πεπαρηθίων· ἐπαινέσαι μ]ὲν τὸν δῆμον τὸν Λαρισαίων ἐπὶ τῇ | |
| [προυπαρχούσῃ πρὸς τὸν ἡμ]έτερον δῆμον εὐνοίᾳ καὶ ἐπὶ τῷ | |
| [πέμψαι δικαστὰς καὶ γραμματέ]α ἄνδρας καλοὺς καὶ ἀγαθούς, ἀ- | |
| 50 | [ξίους ἀμφοτέρων τῶν πόλεων] καὶ τῆς ἐπ’ ἀγαθῷ μνήμης ἐπιτη- |
| [δείους ὄντας, καὶ στεφαν]ῶ[σ]α[ι αὐ]τὸν στεφάνῳ χρυσῷ καὶ εἰ- | |
| [κόνι χαλκῇ· γενέσθαι δὲ τὴν ἀναγόρ]ευσιν· ὁ δῆμος ὁ Πεπαρηθίων | |
| [στεφανοῖ τὴν δῆμον τὸν Λαρισαίων στ]εφάνῳ χρυσῷ καὶ εἰκόνι χαλκῇ | |
| [ἐπὶ τῇ προυπαρχούσῃ συνγενείᾳ καὶ φιλίᾳ], ἐπί τε τῇ ἐξαποστολῇ τῶν | |
| 55 | [δικαστῶν καὶ τοῦ γραμματέως· στεφανῶσαι] δὲ ἐν τῷ αὐτῷ καιρῷ καὶ |
| [τοὺς δικαστὰς Πάνδοκον Ἀλκό]τα, [Δι]ο[γ]ένην Δημητρίου ἑκάτερον αὐ- | |
| [τῶν στεφάνῳ χρυσῷ ἀρετῆς ἕνεκεν] καὶ δικαιοσύνης καὶ τῆς πρὸς | |
| [τὸν ἡμέτερον δῆμον εὐνοίας· στεφαν]ῶσαι δὲ καὶ τὸν γραμματέα Ἡρα- | |
| [κλείδην Σωτίωνος τῷ κιττοῦ σ]τεφάνῳ τῷ πατρίῳ τοῦ θεοῦ ἐπὶ τῷ | |
| 60 | [παρεισχῆσθαι ἑαυτὸν κατὰ τὴν χρ]είαν ἐκτενῆ καὶ φιλότιμον· δε- |
| [δόσθαι δὲ αὐτοῖς καὶ ἐκγόνοις] προξενίαν καὶ ἔνκτησιν γῆς καὶ | |
| [οἰκίας καὶ πρόσοδον πρὸς τὴν βο]υλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ | |
| [τὰ ἱερὰ καὶ Ῥωμαίους καὶ προεδρία]ν καὶ ἀ[σφ]άλειαν καὶ πολέμου καὶ | |
| [εἰρήνης καὶ τὰ ἄλλα ὅσα καὶ τοῖ]ς̣ ἄ̣λλο̣[ις προξένοις] κ̣α̣ὶ̣ εὐε̣[ργέ]- | |
| 65 | [ταις τῆς πόλεως ἡμῶν ἐκ τῶν νόμων ὑπάρχ]ει· τῆς δὲ ἀναγορεύσεως |
| [τῶν στεφάνων ἐπιμελείσθωσαν οἱ] ἄ[ρ]χοντες οἱ κατ’ ἐνιαυτὸν γι- | |
| [νόμενοι καὶ τῶν ἄλλων τιμῶν τῶν] ἐψηφισμένων τῷ τε δήμῳ τῷ | |
| [Λαρισαίων καὶ τοῖς δικασ]τ[αῖ]ς τ[οῖ]ς ἐξαποσταλεῖσι ὑπ’ αὐτῶν καὶ τῷ | |
| [γραμματεῖ· καλεσάτωσαν] δὲ αὐτοὺς καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ | |
| 70 | [ξένια ἐπὶ τὴν κοινὴν ἑστίαν· ὅ]πως δὲ καὶ Λαρισαῖοι παρακολου- |
| [θήσωσι τὰς ἐψηφισμένας τι]μὰ[ς] τῷ τε δήμῳ αὐτῶν καὶ τοῖς δικασ- | |
| [ταῖς καὶ τῷ γραμματεῖ, δε]δόχθαι γράψαι περὶ τούτων τοὺς πολε- | |
| [μάρχους τοῖς ταγοῖ]ς [κ]αὶ τῇ πόλει τῇ Λαρισαίων ὑποτάξαντ<α>ς | |
| [τοῦδε τοῦ ψηφίσματος τὸ] ἀν[τί]γραφον καὶ σφραγισαμένους τῇ δη- | |
| 75 | [μοσίᾳ σφραγῖδι καὶ δοῦναι] τ[οῖ]ς δικασταῖς ὅπως διὰ τούτων διακο- |
| [μίσηται· γράψαι δὲ καὶ δι]ότ[ι] παρ[α]καλεῖ ὁ δῆμος ὁ Πεπαρηθίων | |
| [αὐτοὺς τόν τε στέφανον καὶ τὰς] ἐψηφισμένας τιμὰς ἀποδέξασ- | |
| [θαι καὶ ἀναγράψαι τόδε τὸ ψήφισμα ε]ἰς στήλην λιθίνην καὶ ἀναθεῖναι | |
| [ἐν τῷ ἐπιφανεστάτῳ τόπῳ]· φροντίσαι δὲ καὶ τοὺς ταγοὺς μετὰ τοῦ ἀ- | |
| 80 | [γωνοθέτου ὅπως ἐν τοῖς] πρώτοι[ς] Διονυσίοις μετὰ τὸ συντελεσθ[ῆ]- |
| [ναι τὰς σπονδὰς καὶ παρ’ αὐτοῖς] ἀ[ν]αγορευθῶσιν ἐν τῷ θεάτρῳ αἵδε | |
| [αἱ ἐψηφιμέναι τιμαὶ τῷ τε δήμ]ῳ αὐτῶν καὶ τοῖς δικασταῖς καὶ τῷ γραμ- | |
| [ματεῖ· παρακαλέσαι δὲ καὶ εἰ]ς τὸν λοιπὸν χρόνον διατηρεῖν τὴν πρου- | |
| [πάρχουσαν ταῖς πόλεσι πρ]ὸς ἑαυτὰς συνγένειάν τε καὶ φιλίαν καὶ εὔ- | |
| 85 | [νοιαν· ἐπιμεληθῆναι δὲ τ]οὺς πολεμάρχους τῆς ἐξαποστολῆς τῶν |
| [ἀνδρῶν ὅπως ἀνακομισθῶσι με]τὰ πάσης ἀσφαλείας· ἀναγράψαι δὲ τόδε | |
| [τὸ ψήφισμα τὸν γραμματέα τ]ῆς βουλῆς εἰς στήλην λιθίνην καὶ ἀνα- | |
| [θεῖναι ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς τῆς] Πολιάδος ἐν τῷ ἐπιφανεστάτῳ τό- | |
| [πῳ· τὸ <δὲ ἀνάλωμα τὸ> εἰς τὴν στήλη]ν γ[ε]ν̣όμ̣εν̣ον καὶ τὴν ἀναγραφὴν δότω ὁ χει- | |
| 90 | [ροτονηθεὶς ταμίας ἀπ]ὸ [τ]οῦ [κ]οινο[ῦ] ἀργυρίου. |