Honorary decree of the Magnesians for Demetrios, son of Orestes, of Demetrias. Marble stele.
[ ] Thessalia (Magnesia) — Demetrias [Magn. League] — ca. 150-100 BC — AD 16 B (1960) 174 — Thessalika 3 (1960) 79, 1 — cf. BE (1976) 344
1        Μάγνητες Δημήτριον Ὀρέστου Δημητριῆ
       τὸν γραμματέα τῶν συνέδρων ἀρετῆς ἕνεκεν
       καὶ εὐνοίας τῆς εἰς αὑτούς.
                                 {²corona
4 [Λα]έρτιος Διονυσογένου Δημητριεὺς ὁ στρατηγὸς καὶ
5 [ἡ] συναρχία εἶπαν· ἐπεὶ Δημήτριος Ὀρέστου Δημητρι-
εὺς ὁ γραμματεὺς τῶν συνέδρων πεποίηται τὴν ἀνα[σ]-
τροφὴν ἐν τῆι ἀρχῆι ὃν τρόπον ἐπέβαλλεν ἀνδρὶ καλῶ[ι]
καὶ ἀγαθῶι ἀξίως αὑτοῦ τε καὶ τῶν Μαγνήτων, ἐνχει-
ρισάντων αὐτῶι τὴν ἀρχήν, τοῖς τε χρείαν ἔχουσιν καὶ
10 ἐντυγχάνουσιν αὑτῶι ἴσον παρεχόμενος πᾶσιν διατετέ-
λεκεν, ὅπως οὖν καὶ εἰς τὰ μετὰ ταῦτα οἱ προαιρούμενοι πα-
ραγίνεσθαι ἐπὶ τὴν ἀρχὴν ταύτην, θεωροῦντες τὴν τῶν
συνέδρων καὶ τοῦ κοινοῦ τῶν Μαγνήτων ἐπίγνοσιν ὑπὲρ
τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ ἣν ποιοῦνται μεγαλο-
15 μέρειαν καὶ ἐκτένειαν εἰς τοὺς καλῶς ἀναστρεφομέ-
νους ἐν ταῖς ἀρχαῖς, παρορμῶσιν ἐπὶ τὰ βέλτιστα καὶ
συμφέροντα τοῖς κοινοῖς πράγμασιν, δεδόχθαι τοῖς
συνέδροις καὶ τῶι κοινῶι τῶν Μαγνήτων ἐπαινέσαι τε
ἐπὶ τούτοις Δημήτριον Ὀρέστου Δημητριῆ τὸν γραμμα-
20 τέα τῶν συνέδρων καὶ στεφανῶσαι αὐτὸν τῶι ἐκ τοῦ νό-
μου στεφάνωι καὶ εἰκόνι γραπτῇ, εἶναι δὲ αὐτῶι καὶ προε-
δρίαν ἐν ταῖς κατὰ Μαγνησίαν πόλεσιν· τὸ δὲ ψήφισμα τοῦ-
το ἀναγραφῆναι εἰς στήλην λιθίνην καὶ ἀναθῆναι ἐν Δη-
μητριάδι ἐν ὧι ἂν αὐτὸς αἱρῆται τόπωι· κολαφθῆναι δὲ εἰς
25 αὐτὴν καὶ τὸν στέφανον καὶ ἐπιγράψαι "Μάγνητες
Δημήτριον Ὀρέστου Δημητριῆ τὸν γραμματέα τῶν συνέ-
δρων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτούς"· ἀνα-
θῆναι δὲ καὶ τὴν εἰκόνα ἐν ὧι ἂν αὐτὸς αἱρῆται τόπωι καὶ
ποιήσασθαι τὴν αὐτὴν ἐπιγραφήν· τὸ δὲ ἐσόμενον ἀνή-
30 λωμα εἰς ταῦτα δοῦναι τὸν ταμίαν· προνοιηθῆναι δὲ
τὸν αὐτὸν καὶ τῆς ἐγδόσεως τῶν προειρημένων.
ἔδοξεν. ἔδοξεν καὶ τῆι ἐκκλησίαι.
Search Help
Contact Us