Aretalogy of Isis. Marble stele, broken above and below.
[ ]
Thrace — Maroneia — mid-2nd-early 1st c. BC — Grandjean, Une nouvelle Arétalogie (1975) — SEG 26.821 — Bricault, RICIS 114/0202
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —]ΑΥΤΗΣ | |
| [— — — — — — — — — — — — — — — — — — — ἐλ]άμβανον γὰρ | |
| [— — — — — — — — — — —]ν θεωρήσειν, ὅτ̣αν πρὸς τὸ μέγεθος | |
| [τῆς εὐε]ργεσίας οἱ λόγοι τῶν ἐπαίνων μὴ ἐλλίπωσιν. v ἧι δὲ | |
| 5 | [τὰ π]ρῶτα, τὸ μὲν ἐ̣γ̣κ̣ω̣μ̣ί̣ου, τὸ δὲ προσώπου θεῶι κείμενον |
| [οὐκ ἀν]θρώπωι. v ὥσπερ οὖν ἐπὶ τῶν ὀμμάτων, Ἶσι, ταῖς εὐχαῖς | |
| [ἐπήκο]υσας, ἐλθὲ τοῖς ἐπαίνοις καὶ ἐπὶ δευτέραν εὐχήν· | |
| [κα]ὶ γ̣ὰρ τὸ σὸν ἐγκώμιον τῶν ὀμμάτων ἐστὶ κρεῖσσον | |
| [ἅπ]αν, οἷς ἔβλεψα τὸν ἥλιον· τούτοις καὶ τὸν σὸν βλέπω κόσμον· | |
| 10 | πείθομαι δὲ πάντως σε παρέσεσθαι. εἰ γὰρ ὑπὲρ τῆς ἐμῆς καλουμέ- |
| νη σωτηρίας ἦλθες, πῶς ὑπὲρ τῆς ἰδίας τιμῆς οὐκ ἂν ἔλθοις; θαρ- | |
| ρῶν οὖν πορεύομαι πρὸς τὰ λοιπά, γινώσκων ὅτι τὸ ἐγκώμιον | |
| νοῦς μὲν θεοῦ, χεῖρες δὲ γράφουσιν ἀνθρώπου. καὶ πρῶ- | |
| τον ἐπὶ τὸ γένος ἥξω, τῶν ἐγκωμίων ποιησάμενος ἀρχὴν | |
| 15 | τὴν πρώτην σου τοῦ γένους ἀρχήν. γῆν φασι πάντων μη- |
| τέρα γενηθῆναι· ταύτηι δὲ σὺ θυγάτηρ ἐσπάρης πρώτηι, | |
| σύνοικον δ’ ἔλαβες Σέραπιν καί, τὸν κοινὸν ὑμῶν θεμένων γάμον, | |
| τοῖς ὑμετέροις προσώποις ὁ κόσμος ἀνέλαμψεν ἐνομματισθεὶς | |
| Ἡλίωι καὶ Σελήνηι. δύο μὲν οὖν ἐστε, καλεῖσθε δὲ πολλοὶ παρ’ ἀν- | |
| 20 | θρώποις· μόνους γὰρ ὁ βίος ὑμᾶς θεοὺς οἶδεν. πῶς οὖν τῶν |
| ἐγκωμίων οὐ δυσκράτητος ὁ λόγος ὅταν δέηι τὸν ἔπαινον | |
| πολλοῖς θεοῖς προναῶσαι; αὕτη μεθ’ Ἑρμοῦ γράμμαθ’ εὗρεν | |
| καὶ τῶν γραμμάτων ἃ μὲν ἱερὰ τοῖς μύσταις, ἃ δὲ δημόσια | |
| τοῖς πᾶσιν. αὕτη τὸ δίκαιον ἔστησεν, ἵν’ ἕκαστος ἡμῶν | |
| 25 | ὡς ἐκ τῆς φύσεως τὸν θάνατον ἴσον ἔσχεν καὶ ζῆν ἀπὸ τῶν |
| ἴσων εἰδῆι. αὕτη τῶν ἀνθρώπων οἷς μὲν βάρβαρον, οἷς δ’ ἑλλη- | |
| νίδα διάλεκτον ἔστησεν, ἵν’ ἦι τὸ γένος διαλλάσσον μὴ μό- | |
| νον ἀνδράσιν πρὸς γυναῖκας ἀλλὰ καὶ πᾶσι πρὸς πάντας. | |
| σὺ νόμους ἔδωκας, θεσμοὶ δ’ ἐκαλοῦντο κατὰ πρώτας· τοι- | |
| 30 | [γα]ροῦν αἱ πόλεις εὐστάθησαν, οὐ τὴν βίαν νομικὸν ἀλλὰ |
| [τ]ὸν νόμον ἀβίαστον εὑροῦσαι. σὺ τιμᾶσθαι γονεῖς ὑπὸ | |
| [τ]έκνων ἐποίησας, οὐ μόνον ὡς πατέρων, ἀλλ’ ὡς καὶ θεῶν | |
| [φ]ροντίσασα· τοιγαροῦν ἡ χάρις κρείσσων ὅτε τῆς φύσε- | |
| ως τὴν ἀνάγκην καὶ θεὰ νόμον ἔγραψεν. σοὶ πρὸς κατοίκησιν | |
| 35 | Αἴγυπτος ἐστέρχθη. σὺ μάλιστα τῆς Ἑλλάδος ἐτίμησας τὰς |
| Ἀθήνας· κεῖθι γὰρ πρῶτον τοὺς καρποὺς ἐξέφηνας· Τριπτόλε- | |
| μος δὲ τοὺς ἱεροὺς δράκοντάς σου καταζεύξας ἁρματοφο- | |
| ρούμενος εἰς πάντας Ἕλληνας διέδωκε τὸ σπέρμα· τοιγαροῦν | |
| τῆς μὲν Ἑλλάδος ἰδεῖν σπεύδομεν τὰς Ἀθήνας, τῶν δ’ Ἀθη- | |
| 40 | νῶν Ἐλευσῖνα, τῆς μὲν Εὐρώπης νομίζοντες τὴν πόλιν, τῆς |
| δὲ πόλεως τὸ ἱερὸν κόσμον. ἔγνω τὸν βίον ἐξ ἀνδρὸς | |
| συνεστηκότα καὶ γυναικός· ἔγνω [— — —]τερον τὴν γυ- | |
| ναῖκα· πῶς ἔδει τὸ ἧσσον [— — — — — — — — — — — —] | |
| [—]Ν ἐσφραγισ[— — — — — — — — — — — — — — — —] | |
| 45 | [— — — — — — — — — — — — — — — — — — — — — —] |