Honorary decree of an association of therapeutai for Sokles, son of Theoxenides, a priest of Serapis.  Stele of white marble.
[ ] Thrace — Maroneia — 2nd c. BC — AD 26 B2 (1971) 429, 10
[— — — — — — — — — — — — — — — —]
[— — — χρυσῶι {²⁷θαλλοῦ}²⁷] στεφάνωι καὶ
[εἰκόνι χαλκ]ῆι {²⁷[γραπτ]ῆι}²⁷, ἀναθεῖναί τε τὴν εἰκόνα
[ἐν τῶι] ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ
[στεφ]ανοῦσθαί τε αὐτὸν κατ’ ἐνιαυτὸν
5 [ἐν τα]ῖς συνόδοις πάσαις χρυσῶι στε-
[φά]νωι, τὴν ἀναγγελίαν ποιουμένου
[τ]οῦ νεωκόρου κατὰ τάδε· οἱ θεραπευ-
ταὶ τοῦ θεοῦ στεφανοῦσιν Σωκλῆν
Θεοξενίδου [ἱε]ρητεύσαντα κα[λῶς]
10 καὶ φιλαγάθως· προνοεῖσθαι δὲ τῶν
προγεγραμμένων τὸν ἀεὶ γεινόμε-
νον ἐξεταστήν· εἶναι δὲ αὐτὸν καὶ
ἀλειτούργητον καὶ ἀνείσφορον πά-
σης εἰσφορᾶς, μετέχοντα τῶν ἐν τῶ[ι]
15 ἱερῶι κοινῶν πάντων· ἵνα δὲ καὶ οἱ ἀφι-
κνούμενοι εἰς τὸ ἱερὸν ἐπιγινώσκω-
σιν τὴν Σωκλείους προαίρεσιν καὶ φι-
λαγαθίαν, ἣν εἴσχηκεν πρὸς τὸ θεῖον
εὐσέβειαν καὶ τοὺς θεραπευτὰς καὶ
20 τοὺς ἀπαντῶντας εἰς τὸ ἱερὸν εὐχα-
ριστίαν, ἀναγράψαι τόδε τὸ ψήφισμα
εἰστήλην λευκοῦ λίθου καὶ ἀναθεῖναι
ἐν τῶι ἱερῶι τοῦ Σεράπιδος.
Search Help
Contact Us