[ ] Lyd. — Caes. Troketta (Turgutlu Kasaba) — perh. 166-215 AD — Buresch, Klaros (1889) 01-29 — EA 27.1996.16,8 — IGR 4.1498
A.1 θεοῖς Σεβασ[τοῖς]
κατὰ χρησμὸν Κλαρ[ου]
Ἀπόλλωνος Καισαρεῖ[ς]
Τροκεττηνοὶ καθιέρωσα[ν]
5 Ἀπόλλωνα Σωτῆρα, χαρ[ι]-
σαμένου τὸ ἀργύριο[ν]
εἰς τὸν θεὸν καὶ τὴν βά-
σιν Μειλήτου τοῦ Γλύ-
κωνος Παφλαγόνος
10 τοῦ ἱερέως αὐτοῦ, ὑπο-
[σ]χομένου τὴν ἐργεπ[ι]-
[σ]τασίαν Ἑρμογένους το[ῦ]
— — —
B.1        χρησμός.
οἱ νεμέθεσθε Τρόκεττα πα-
[ρ]αὶ νιφόεντι Τυμώλῳ, / τειό-
[μ]ενοι Βρομίῳ καὶ ὑπερμενέι
5 Κρονίωνι, / τί δὴ νύπερ τεθηπό-
[τ]ες βηλῷ, προσοιμέεσθε, / ἐελ-
μένοι νημερτίην ἐς οὐάδας
πελάζειν; / οἷσιν μεμηλόσιν φά-
τιν πανατρεκῆ βοήσω. / φεῦ φεῦ,
10 κραταιὸν πῆμα προσθρώσκει πέ-
δῳ, / λοιμὸς δυσεξάλυκτος, ᾗ
μὲν ἀμπαφῶν / ποιναῖον ἆορ
χειρὶ, τ<ῇ>δ’ ἀνηρμένος / νεουτά-
των ἴδωλα δυσπενθῆ βροτῶ̣ν. /
15 τρύει δὲ πάντῃ [δ]άπεδον ἐν-
πολεύμενον, / ἀμαῖ νεογνὸν
——πᾶσα δ’ ὄλλυται φύτλη—— / φύρδην
δὲ τείρειν φῶτας ἐκβιάζεται. /
καὶ τἀν ποσὶν μὲν τοῖα μήδεται
20 [κακά / — — —]
C.1 [ἀ]τὰρ ἐσ<σ>ύμενοι τῶνδ’ ὑπά-
[λ]υξιν, <φ>ῶτ̣ες, κατὰ τεθμὸν ἰδέσθαι, /
οἳ μάλα δῆθ’ εἰς ἐπ’ ἐμὴν
πελάειν πάνυ μερμ<ηρ>αίρετ’ ἀρ-
5 ωγήν, / ἀπὸ μὲν λιβάδων ἑπτὰ
ματεύειν καθαρὸν ποτὸν ἐν-
τύνεσθαι, / ὃ θεειῶσαι πρόσσω̣-
θεν ἐχρῆν καὶ ἐπεσ<σ>υμένους
ἀφύσασθαι, / ῥῆναί τε δόμους
10 αὐτίκα νύμφαις, αἵ θ’ εἱμερταὶ γε-
γάασιν, ὡς ἀνούτητοί γε φῶ-
τες ἐνλελειμμένοι πέδῳ  /
ἐκ παλινβίων ὀφελμῶν κάλλι-
μα ῥέζωσι ἅδην. / αὐτὰρ ἐντύ-
15 νεσθε Φοῖβον μέσσον ἱδρῦσαι
πέδου, / τῇ μὲν ἀμπαφῶντα
[τόξον — — —]
Search Help
Contact Us