[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — JÖAI 8.1905.163,2.1
1     Λαοδικέων.
ἐπὶ πρυτάνεως καὶ προφήτου Κρίτωνος γʹ,
[ἱ]ερατεύοντος Ο(ὐ)λ(πίου) Ἀρτεμιδώρου,
[θ]εσπιωδοῦντος Ἀσκληπίδου τοῦ Δημοφίλου.
5 κόροι· Τρύφων Λουκίου, ὁ προφήτης Ἀπόλλωνος Πυθίο[υ],
συνπαρόντος αὐτῶ καὶ τοῦ πατρὸς Λουκίου τοῦ Ἀδράστου·
παιδονόμος Εὔδημος Θαμύρου βουλευτής· Μᾶρ(κος) Οὔλ(πιος)
Τρύφων Μάρ(κου) Οὐλ(πίου) Συνφόρου· Μᾶρ(κος) Οὔλ(πιος) Ἀνδρόνεικος
Μάρ(κου) Οὐλ(πίου) Συνφόρου· Γναῖ(ος) Κοσσούτιος Δρόσος Γναί(ου) Κοσσου-
10 τίου Δρόσου· Μᾶρ(κος) Οὔλ(πιος) Ἀντωνεῖνος Μάρ(κου) Οὐλ(πίου) Συνφόρου· Μᾶρ(κος)
[Ο]ὔλ(πιος) Πωλλιανὸς Μάρ(κου) Οὐλ(πίου) Συνφόρου· Μύλλιχος Ἀπολλωνίου Ἀπολλώνιος.
κόραι δέ· Ἀπελλιανὴ Χαιριγένους τοῦ Ἀπελλᾶ τοῦ Κάλλωνος
τοῦ Πλουτιάδου· Ἀτταλὶς Χαιριγένους τοῦ Ἀπελλᾶ τοῦ Κάλ-
λωνος τοῦ Πλουτιάδου· Οὐλ(πία) Ἀρτεμύλλα Μάρ(κου) Οὐλ(πίου) Συνφόρου·
15 Οὐλ(πία) Ζηνωνὶς Μάρ(κου) Οὐλ(πίου) Συνφόρου· Οὐερ(—) Κλα(υδία) Αἰλιανὴ
[Λ]ου(κίου) Οὐερ(—) Βαχχίου Αἰλιανοῦ· Θράσυλλα Ζωσίμου Ἀμμία.
[κ]αθηγησαμένου τὸν ὕμνον Περμισσοῦ Νοθίππου ἱερονείκου,
παρεδρεύοντος Ἀπολλωνίου τοῦ Ἀλεξάνδρου διὰ βίου,
συνπαρόντος Λο(υκίου) Ἀστρανίου Ῥούσωνος.
Search Help
Contact Us