[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — stoich. 38-41 — ca. 200-160 BC — JÖAI 8.1905.161,1 — JÖAI 9.1906,Beibl.59
| 3 | ... πλησίον |
| [τοῦ πατρὸς θεοῦ βασιλέως Ἀττάλ]ου καὶ τῆς μητρὸς | |
| 5 | [θεᾶς βασιλίσσης(?) Ἀπολλωνίδο]ς· καὶ ἐπειδὴ οἱ [π]ε- |
| [ρὶ τῆς παιδείας τῶν παίδων] καὶ τῶν ἐφήβων τη[ροῦν]- | |
| [τες τὰ πρέποντα ἐγνώκασι] τιμῆσαι Ἀθηναῖον, ὄντα | |
| [εὐμενῆ καὶ ἀεὶ τῶν καλλ]ίστων ὀρεγόμενον ταῖς | |
| [εὐεργεσίαις ἀποδώσ]οντες ἐπιφανῆ καὶ μνήμης | |
| 10 | [ἀξίαν ․․․․․․․․․․․․․]ας χάριν, δεδόχθαι περὶ τού- |
| [των τῆι βουλῆι καὶ τῶι] δήμωι. τὸν γυμνασίαρχον | |
| [καθ’ ἕκαστον τὸν ἐνιαυτ]όν, ἐν ἧι ἡμέραι Ἀθηναῖος ἐ- | |
| [γένετο, θυσίαν συντ]ελεῖν καὶ διαδρομὴν τῶν νέων | |
| [καὶ τῶν ἐφήβων Ἀθη]ναίωι· συντελεῖν δὲ ἐν τῆι αὐ- | |
| 15 | [τῆι ἡμέραι καὶ τ]ὸν παιδονόμον ἀγῶνα παίδων, διδό- |
| [σθω δὲ αὐτοῖ]ς ὑπὸ τοῦ οἰκονόμου εἴς τε τὴν θυσίαν | |
| καὶ τὴν διαδρομὴν καὶ τὸν ἀγῶνα, ὃ ἂν ὁ δῆμος τάξηι | |
| ἐγ Κρονιῶνι μηνί. ... |