[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — sh. bef. 128 AD — Robert, Laodicée du Lycos (1969) 299,1 — EA 9.1987.67,18 — SEG 37.961
1 ἐπὶ πρυτάνεως [πόλλω]νος τὸ ξʹ,
ἱερατεύοντος καὶ πρ[οφητεύ]οντος
Μ. Οὐλπίου Ἀρτεμιδ[ώρου], γραμμα-
[τ]εύοντος Σωτέλους Ποθουμενοῦ
5 καὶ Οὐλπίου Μητροδώρου·
Π. Κλαύδιος Διονύσιος Αἰλιανὸς Λαο-
δικεὺς ἀπὸ Λύκου, προφητεύων Ἀπόλ-
λωνος Πυθίου, Κλαρίῳ Ἀπόλλωνι,
ὑμνήσας τὸν θεὸν κατὰ χρησμόν, τὰ
10 τῶν συνυμνησάντων παίδων καὶ
παρθένων ὀνόματα ἀνέθηκεν, παι-
δονομοῦντος Μ. Ἀκ̣ε̣ι̣λίου Παυλείνου τὸ εʹ,
παρεδρευόντων Ἀπολλωνίου καὶ Διο-
νυσίου·     εἰσὶν δέ·
15 Π. Κλαύδιος Διονύσιος Αἰλιανός,
Π. Κλαύδιος Ἄτταλος Φιλάδελφος,
Π. Κλαύδιος Τατιανὸς Αἰλιανός,
Σκύμνος βʹ,
Καλλίνικος Σ̣ε̣ίλιος,
20 Κλαυδιανὸς Περσικοῦ,
Κλαυδία Ἀτταλὶς Σαλβίου,
Ἀμμία Ἀσκληπιάδου,
Ἀρίστη Ἀριστοκρίτου,
Νικόπολις Νίκωνος,
25 Τατία Νίκωνος,
Ἀγελαῒς Περσικοῦ,
[κ]αθηγησαμένου τὸν ὕ̣μνον
[․․․]ου Ζ̣ω̣σ̣ί̣μ̣[ου].
Search Help
Contact Us