[ ] Att. — Rhamnous — 218/17 BC — PAE 1990.33,19
1 [Κτήσων ․․․․10․․․․ Ἡρακλ]εώτης εἶπεν· ἐπειδὴ Τελέ-
[σιππος χειροτονηθεὶς στρ]ατηγὸς ἐπὶ τὴν χώραν εἰς
[τὸν ἐνιαυτὸν τὸν ἐπὶ Καλλι]μάχου ἄρχοντος τῆς τε
[φυλακῆς ἐπεμελήθη τῆς κα]τὰ τὴν χώραν καὶ τῆς ἀσ-
5 [φαλείας — — — — — — — —] δεχόμενον μηθὲν ἀδίκη-
[μα — — — — ἐπιμεμέληται] δὲ καὶ τῆς τοῦ φρουρίου φυ-
[λακῆς — — — — — — ἀπροφασίσ]τως τῶι δήμωι προσκα-
[— — — — — — — τ]ὴν φυλακὴν ἱκανήν· διετέ-
[λεσεν δὲ καὶ χρήσιμον ἑαυτὸ]ν παρασκευάζων πᾶσι
10 [— — — — — — — τ]ῶν παροίκων καὶ κοιν-
[εῖ καὶ ἰδίαι — — — ․]α [τ̣]ὰς θυσίας τὰς κα-
[θηκούσας  — — — — — — — — — — — — — — — —]
12a                  {²lacuna}²
13 [— — — — — — — — — — — — — ἐπαινέσαι δὲ καὶ τὸν]
[ἐπὶ τ]οὺς παροίκους καταστ[αθέντα] ὑπὸ τοῦ στ[ρατ]-
15 [ηγοῦ] Ἀντίμαχον Παυσανίου Οἰ[ν]αῖον καὶ στεφ[ανῶ]-
σαι θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ[μα]
ἐν στήλει λιθίνει, καὶ στῆσαι οὗ ἂν αὐτῶι δοκεῖ· ἑλέσθα[ι]
δὲ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦσιν τὰ
ἐψηφισμένα· οἵδε εἱρέθησαν· Δωρόθεος Ἐρετριεύς,
20 Κ̣τήσων Ἡρακλεώτης, Φιλιστίων Ἀργεῖος.
               οἱ τεταγμένοι
               τῶν παροίκων
               Ῥαμνοῦντι
               Τ̣ελέσ̣ιππ̣ον.
25
Search Help
Contact Us