[ ]
Att. — Rhamnous — 222/1 BC — PAE 1990.6-11
| 1 | [ἔ]δοξεν Ἀθηναίων τοῖς τεταγμένοις ἐν τῶι Ἀφ[ί]δν[ω]- |
| [ι], Ἱέρων Ἀπολλοδώρου Ὑβάδης εἶπεν· v ἐπειδὴ Νικόμα- | |
| χος στρατηγὸς χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ | |
| τὴν χώραν τὴν παραλίαν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ | |
| 5 | Ἀρχελάου, τῶν τε φρουρίων ἐπεμελήθη καλῶς καὶ v |
| συνφερόντως τῶι τε δήμωι καὶ τοῖς οἰκοῦσιν ἐν ἑκα- | |
| τέρωι τῶν φρουρίων, καὶ τῆς κατὰ τὴν χώραν ἐφρόν%⁸⁰- | |
| τισεν ἀσφαλείας ὅπως μηθὲν ἀδίκημα γίνηται κ[αὶ] | |
| διαφυλάξας παρέδωκε τῶι μεθ’ αὑτὸν στρατηγῶι· vv | |
| 10 | ἔθυσεν δὲ καὶ τεῖ Θέμιδι καὶ τεῖ Νεμέσει καὶ τοῖς ἄλλοις |
| θεοῖς οἷς πάτριον ἦν ἐκ τῶν ἰδίων καὶ ἀναθεὶς ἀνά%⁸⁰- | |
| θημα καὶ θύσας τὰ ἐξιτητήρια τεῖ Ἀφροδίτει τεῖ Ἡγε%⁸⁰- | |
| μόνει ἐκ τῶν ἰδίων καὶ συνπαρέλαβεν τούς τε λοι- | |
| ποὺς πάντας τοὺς ὑφ’ ἑαυτὸν ταττομένους ἐπὶ τὴν | |
| 15 | θυσίαν καὶ Ἀθηναίων τοὺς τεταγμένους ἐν τῶι Ἀφί- |
| δνωι· ἐφρόντισεν δὲ καὶ ὅπως εὐτάκτως κομίζων- | |
| ται τὰ ὀψώνια καὶ χρήσιμον ἑαυτὸν παρεσκεύαζεν | |
| καὶ κ[οι]νεῖ καὶ ἰδίαι ἑκάστωι εἰς ὃ ἄν τις αὐτὸν παρακα- | |
| λώη, ὅπως οὖν ἐφάμιλλον εἶ τοῖς καθισταμένοις | |
| 20 | ἀεὶ στρατηγοῖς χρησίμους παρασκευάζειν ἑαυ- |
| τοὺς τοῖς στρατευομένοις, ἀγαθεῖ τύχει· δεδόχθαι | |
| Ἀθηναίων τοῖς στρατευομένοις τῶι Ἀφίδνωι ἐπαι- | |
| νέσαι Νικόμαχον Αἰνιάδου Παιανιέα καὶ στεφανῶ- | |
| σαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕ- | |
| 25 | νεκα καὶ δικαιοσύνης ἣν ἔχων διατελεῖ πρός τε τὴν |
| βουλὴν καὶ τὸν δῆμον καὶ τοὺς στρατευομένους | |
| Ἀθηναίων, ἐπαινέσαι δὲ καὶ τὸν κατεστη<μ>έν<ον> ἐπι- | |
| μελητὴν Νεμόνεω Ἐλαιούσιον καὶ τὸν γραμματέα | |
| Ἀρχέστρατον Εὐωνυμέα καὶ στεφανῶσαι ἑκάτερον | |
| 30 | θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης |
| τῆς εἰς ἑαυτούς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| ἐν στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴν μὲν | |
| ἐν Ῥαμνοῦντι, ἐν τῶι ἱερῶι τῆς Ἀφροδίτης τῆς Ἡγεμό- | |
| νης, τὴν δ’ ἐν τῶι Ἀφίδνωι· ἑλέσθαι δὲ τρεῖς ἄνδρα- | |
| 35 | ς ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀναθέ%⁸⁰%⁸⁰- |
| σεως· v οἵδε εἱρέθησαν Ἱέρ[ων Ὑβ]άδης, Νικίας Κηφι%⁸⁰%⁸⁰- | |
| σιεύς, v Μικίων. | |
| cit 1.38 | [οἱ στρ]ατευ- |
| [όμενοι τῶν πολ]ιτῶν | |
| 40 | [Νικόμαχον] |
| [Παιανιέα]. | |
| cit 2.42 | [τὸν] |
| [ἐπιμελητὴν] | |
| [Νεμόνεω] | |
| 45 | [Ἐλαιούσιον]. |
| cit 3.46 | [τὸν] |
| [γραμματέα] | |
| [Ἀρχέστρατον] | |
| [Εὐωνυμέα]. |