[ ] Att. — Rhamnous — 252/1 BC — PAE 1989.34,16
1          [δ]ημόσια.
ἔ̣δοξεν τοῖς στρατευομένοις τῶν πολιτῶν ἐν Ῥ[α]-
μνοῦντι, Θεοχάρης Χαιρίου Λευκονοεὺς εἶπεν· ἐπειδ̣[ὴ]
Θούκριτος χειροτονηθεὶς ὑπὸ τοῦ δήμου στρατη[γὸς]
5 ἐπὶ τὴν χώραν τὴν παραλίαν ἐπὶ Καλλιμήδου ἄρχο[ν]-
τος ἐπιμεμέληται τῆς τε φυλακῆς τοῦ φρουρίου
καὶ τῶν στρατευομένων ἐν Ῥαμνοῦντι καλῶς καὶ [δι]-
κ̣αίω[ς] κατὰ τὰ ψηφίσματα τοῦ δήμου καὶ κοινεῖ κα[ὶ ἰ]-
δ̣ία[ι ἑκ]άστωι χρείαν παρεχόμενος διατετέλεκ[εν]
10 [ἐ]π̣[ειδὰ]ν αὐτὸν παρακαλῶσιν· παρεσκεύασε δέ κ[αὶ]
σῖτον ἱκανὸν τεῖ φυλακεῖ πριάμενος ἐκ τῶν ἰδίω[ν],
[ἀν]ατέθηκε καὶ συνέδριον πρὸς τοῖς στρατηγ[οῖς],
[κα]τεσκεύακε δὲ καὶ πυλώριον καὶ πύλας ἐκ τῶν ἰδ̣[ίων]
[ἀ]ποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχων διατελε[ῖ]
15 [πρός τε] τὸν δῆμον καὶ πρὸς τοὺς στ̣[ρα]τευομένο[υς]
[τῶν] πολιτῶν· ἀγαθεῖ τύχει, δεδόχθαι τ[οῖ]ς στρατευομέν[οις]
[τῶ]ν πολιτῶν Ῥαμνοῦντι ἐπαινέσαι Θούκριτον Ἀλκιμάχο[υ]
[Μυ]ρρινούσιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νό]-
μον ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρός τε τὸν [δῆ]-
20 μον καὶ πρὸς τοὺς στρατευομένους ἐν Ῥαμνοῦντι· ἀναθεῖνα[ι]
δὲ καὶ γράψαντας τὴν εἰκόνα αὐτοῦ ἐν πίνακι ἐν τῶι Νεμ]-
σίωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνε[ι]
καὶ στῆσαι πρὸς τεῖ πύλει· ἑλέσθαι δὲ τρεῖς ἄνδρας
ἐ{ι}κ {²⁶ἐκ}²⁶ τῶν στρατιωτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀ[να]-
25 θέσεως τῆς στήλης καὶ τοῦ πίνακος· εἰς δὲ τὴν ἀναγρα-
φὴν καὶ τὴν στήλην καὶ τὸν πίνακα ὅ τι ἀνάλωμ̣[α] γέν[η]-
ται λογισάσθωσαν οἱ αἱρεθέντες τοῖς στρατιώταις·
[ο]ἵδε εἱρέθησαν· Θεοχάρης Χαιρίου Λευκονοεύς
              Δ̣η̣μ̣[όφι]λ̣ο̣ς̣ Φανοκράτου Ῥαμνούσιο[ς],
30               Σωναύτης Τε̣ίσιδος Φαληρεύς.
30a                   {²in corona}²
31                Ἀθηναίων οἱ στρατευ-
               όμενοι Ῥαμνοῦντι
               Θούκριτον Ἀλκιμάχου
                 Μυρρινούσιον.
Search Help
Contact Us