[ ] Att. — Rhamnous — ca. 212/11 BC — PAE 1986.13,1
1 [ἔδ]οξεν τῶν παροίκων τοῖς τεταγμένοις ἐν Ῥαμνοῦντι,
[Νι]κόμαχος Νίκωνος Αἰτωλὸς εἶπεν· ἐπειδὴ Λάχης χει-
[ρο]τονηθεὶς ὑπὸ τοῦ δήμου στρατηγὸς εἰς τὸν ἐνιαυτὸν τὸν
[ἐπὶ Ε]ὐάνδρου ἄρχοντος ἔν τε τοῖς λοιποῖς ἀνεστράφη καλῶς
5 [καὶ ἀξί]ως τῆς προϋπαρχούσης αὐτῶι διὰ προγόνων πρὸς τὸν
[δῆμ]ον εὐνοίας, ἐφρόντισεν δὲ καὶ τῶν παροίκων τῶν τετα-
[γμ]ένων ὑπ’ αὐτὸν ὅπως ἂν εὐτάκτως λειτουργοῦντες συνδ-
[ιασ]ώιζωσιν τῶι δήμωι̣ τὸ φρούριον, διετέλεσεν δὲ καὶ χρήσιμον
[ἑα]υτὸν παρασκευάζων κ̣αὶ [κοι]νεῖ καὶ ἰδίαι πᾶσιν ὅπως ἂν οὖν
10 [ἐφ]άμιλλον εἶ τοῖς χειροτονηθεῖσι στρατηγοῖς φιλοτιμεῖ%⁸⁰-
[σθ]α̣ι εἰς ἑαυτοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ̣ν̣
[ἂν ε]ὐεργετήσωσιν· ἀγαθεῖ τύχει δεδόχθαι τοῖς τεταγμέ-
[νοις] τῶν παροίκων ἐν Ῥαμνοῦντι ἐπαινέσαι τὸν στρατηγὸν
[Λάχητ]α Χ[α]ιρεπόλιδος Λ[ευκονοέ]α καὶ στεφανῶσαι αὐ-
15 [τὸν χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα] καὶ δικαιοσύν[ης]
[τῆς εἰς τὸν δῆμον τὸν Ῥαμνουσίων καὶ εἰς ἑ]αυτούς· ἐπαινέ[σαι]
[δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀν]τίβ̣ιον Προβα[λί]-
[σιον καὶ στεφανῶσαι θαλλοῦ σ̣τ̣ε̣φ̣[άνωι — — — — — — —]
Search Help
Contact Us