[ ] Att. — Athens: Akropolis — stoich. 30 — 304/3 BC — Horos 4.1986.11-18
1 [ἐπὶ Φερεκλέους ἄρχοντος, ἐπὶ τῆς Αἰ]<α>-
[ντίδος δωδεκάτης πρυτανείας, ἧι Ἐ]πι-
[χαρῖνος Δημοχάρου Γαρ]γ̣ήττι̣ος ἐγρα-
[μμάτευεν· Σκιροφο]ρ̣[ι]ῶνος ἕνει καὶ νέ-
5 [αι προτέραι, ἐνά]τ̣ει καὶ εἰκοστῆι τῆς
[πρυτανείας· ἐκ]κλησία· τῶν προέδρων ἐ-
[πεψήφιζεν Εὐ]χθόνιος Ἐπιμηδείδου Κ̣—
[υδαθηναιεὺ]ς̣ καὶ συμπρόεδροι· ἔδοξ[ε]-
[ν τῶι δήμωι]· Σ̣τρατοκλῆς Εὐθυδήμου [Δι]-
10 [ομεεὺς εἶ]πεν· περὶ οὗ ὁ βασιλεὺς ἐπέ[σ]-
[τειλεν] τ̣ῆι βουλῆι καὶ τῶι δήμωι, ἀποφ-
[αίνων φ]ίλον εἶ<να>ι <α>ὐτῶι καὶ εὔνουν ε-
[ἰς τὰ τῶν] βασιλέων πράγματα καὶ τὴν τ-
[οῦ δήμο]υ τοῦ Ἀθηναίων ἐλευθερίαν καὶ
15 [συναγ]ωνιστὴν ὑπὲρ τῆς δημοκρατίας,
[καὶ ἡ β]ουλὴ προβεβούλευκε ὑπὲρ <α>ὐτ-
[οῦ εἰς] τὸν δῆμον· ἀγαθεῖ τύχει· δεδόχθ-
[αι τῶι] δήμωι· ἐπαινέσαι αὐτὸν ἀρετῆς
[ἕνεκα] καὶ εὐνοίας τῆς εἰς τοὺς βασιλ-
20 [έας καὶ] τὸν δῆμον τὸν Ἀθηναίων καὶ στ-
[εφανῶσ]αι χρυσῶι στεφάνωι κατὰ τὸν ν-
[όμον Σ]ώ̣τιμον Δωσιθέου Κυρηναῖον κα-
[ὶ εἶνα]ι αὐτὸν Ἀθήναῖον καὶ ἐκγόνους
[αὐτοῦ]· 〚{καὶ εἶναι αὐτὸν Ἀθηναῖον καὶ ἐ-
25 [κγόνου]ς αὐτοῦ}〛 καὶ εἶναι αὐτῶι γράψα-
[σθαι φυ]λῆς καὶ δήμου καὶ φρατρίας ἧς
[ἂν βούλ]η̣[τ]αι· καὶ τοὺς πρυτάνεις δοῦ̣ν̣—
[αι περὶ αὐτ]οῦ τὴν̣ ψ̣[ῆφον εἰς τὴν πρ][τη]-
[ν ἐκκλησίαν {²κτλ.}² ]
Search Help
Contact Us