[ ] Att. — Athens — ca. 250 AD?
1 [β]ο̣ρ̣φορβαρ̣βαρφορβαβαρ-
φορβαβορφορβαβαιη κρα-
τ̣α̣ι̣ὲ Βετπυ, παρ<α>δίδω-
μί σοι Ἀλκίδαμον, ὃν
5 ἔ̣τ̣ε̣κ̣εν Φ․ΥΣ․Α, ἵνα κα-
τ̣α̣ψ̣ύ̣ξ̣ῃς αὐτὸν κα̣ὶ τὴν
γν̣ώμην, καὶ ἰς̣ τὸ̣ν̣ ζο-
φώδη σου ἀέρα καὶ τοὺς
σὺν αὐτῷ. δῇς ἰς τὸν
10 τῆς λήθης ἀφώτιστον
αἰῶν<α> καὶ καταψύξῃς
καὶ μὴ ἀφῇς ἐξενθεῖν
[τ]ο̣ὺ̣[ς] ὅρους Ἀθηναί-
ω̣ν̣. ἐὰν δὲ κὲ ἐξ̣έρχ̣η̣-
15 ται, ἵνα ἀπ[ο]κάμ̣ψη̣ καὶ
ἀσχη[μονήσῃ], Μ̣ο̣ρζου-
νη Αλχ̣ε̣ι̣νη Πεπ̣ε̣[ρθαρων]-
α Ιαια, παραδίδω̣μ̣[ί σοι]
Ἀλκ̣[ίδαμον]. κραταιὲ
20 Τυφ[ῶν] Κο̣λ̣χ̣λο Ποντο-
νον Σηθ Σαθαω̣χ Εα,
ἄναξ [Απ]ο̣[μ]ξ̣ Φριουριγξ
ἐπὶ ἀφανίσει καὶ ψύξι Κολ-
χοιχειλωψ, ψυγήτω Ἀλκί-
25 δαμος καὶ μὴ ἐξερχέ̣σ̣θω̣
[τοὺ]ς ὅρους {ὅρους} Ἀθηναίω̣ν̣
ὡ̣ς̣ ταῦτα̣ τ̣ὰ̣ ὀνόματα ψύχε-
τ̣α̣ι̣, οὕτω καὶ Ἀλκιδάμου
ψυχείσθω τὸ ὄνομα καὶ ἡ ψυ-
30 χ̣ή̣, ἡ̣ ὀ̣ρ̣γή, ἡ ἐπιστήμη,
ὁ λογισμός. ἔστω κωφό̣ς, ἄ̣λα-
[λος], ἄνους, ἀκέρεος, μηδὲν̣ ἀ̣-
κ[ο]ύων περὶ τοῦ Ἀπο[λλωνι]-
αν̣[οῦ], μήτε ὀργιζόμενος πρὸς
35 Ἀπολ[λωνιανόν.  vacat  ]
Search Help