[ ]
Att. — Marathon — ca. 150 AD
— — — — — — — — — — — — — — — — — — — — | |
1 | [πρὸς θεῶν καὶ ἡρώων, ὅστις εἰ ὁ ἔ]- |
[χων τὸν χῶρον, μήποτε μετακεινήσῃς] | |
τούτων τι καὶ τὰς τούτων τῶν ἀγαλμά- | |
των εἰκόνας καὶ τιμάς, ὅστις 〚— — — —〛 | |
5 | [ἢ] καθέλοι ἢ μετακεινοίη, τούτων {²⁷τούτῳ Ameling}²⁷ μήτε |
[γῆν] καρπὸν φέρειν μήτε θάλασσαν | |
[πλ]ωτ̣ὴν εἶναι, κακῶς τε ἀπολέσθαι αὐ- | |
[τ]ὸν καὶ [γ]ένος· ὅστι̣ς δὲ κατὰ χώραν | |
φυλάττοι καὶ τιμ[ῶν τ]ὰ εἰωθότα [— — —] | |
10 | καὶ αὔξων διαμένοι πο[λλὰ καὶ ἀγ]α- |
θὰ εἶναι τούτων καὶ αὐτῷ Α[— — —] {²⁷καὶ [γένει· μὴ] Ameling}²⁷ | |
λυμήνασθαι δὲ μηδὲ λωβήσασθαι | |
μηδὲν ἢ ἀποκροῦσαι ἢ συνθραῦσαι | |
ἢ συνχέαι τῆς μορφῆς καὶ τοῦ σχή- | |
15 | ματος· εἰ δέ τις οὕτως ποιήσει, [ἡ αὐτὴ] |
καὶ ἐπὶ τούτοις ἀρά. ἀλλ’ ἐᾶν τά | |
τε ἐπιθήματα τῶν μορφῶν ἀσι- | |
νῆ καὶ ἀκέραια καὶ τὰ ὑποστήματα, | |
τὰς βάσεις ὡς ἐποιήθησαν. |