IG II(2) 3117+ (Peek): | |
1 | ἦμαρ ἀγητὸ]ν ἔην, ὅτ]ε Διογέ[νης ἐχορήγει], |
ἐν θυμ[έλαισι δ’] ἅπας πεί[ρατ’ ἔδειξε τέχνης] | |
ἠιθέου [τελετῆι] θεοειδέος Ἀ[ντιν]όο[ιο]· | |
[τοὺς θηεῖτο δ]ὲ πᾶς δῆμος [ὁ] Κεκροπ[ιδῶν], | |
5 | [ἡδυβόην ὡς Ἱασγ]όρης χορὸν ἡνιόχευ[εν] |
[καὶ τοῖς μέλψα]σιν ῥυθμὸν ἐπῆγε Γρύ[πων]. | |
[εὖτε δὲ νίκη ἐπῆλθ’] εὐάγγελος, ἕσπετο κῦ[δος] | |
[οἷσιν ἐπώνυμος ἦν Ἄττ]αλος ἠδ’ Ἀκάμας. | |
[σὺν δ’ ἔτι τοῖσδε χορὸς Π]τολεμάιος Ἁδρια[νοῦ τε] | |
10 | [ἐστέφθη· τῶν νῦν τῆιδ]ε βέβηκα γέρας. |
[ἄρχων δ’ ἦν ⏑⏑– ὃς δ’] ἀγλαΐηι τόδ’ ἔτευξεν | |
[Τίμων? καλλικόμους] οὐκ ἔλαθεν Χάρι[τας]. |
SEG
30:132