[ ] Att. — ca. 37/6 BC — IG II² 1096 + frg.
See also:
IG II(2) 1096+ (Oliver):
1                  θεο[ί].
ἀγαθῆι τύχηι. ἐπὶ Θεοπείθου ἄ[ρχοντος, τοῦ δὲ γέ]-
νους τοῦ Γεφυραίων Φιλων[ίδου ἄρχοντος Παι]-
[α]νιέως v Σκιροφοριῶνος v [— — — — — — — — — — —]
5 [ἐπιστολὴ παρὰ τοῦ γένους πρὸς Δελφοὺς]
[Γεφυραίων τὸ γένος Δελφῶν τῆι πόλει χαίρειν. v Φι]-
[λίας ἀπ]ε̣σ̣τά[λκαμεν παλαιᾶς εἰς ἀνανέωσιν Θεόφιλον]
Διοδώρου Ἁλαιέα [καὶ Παμμένην Ζήνωνος Μαραθώνιον]
καλλιερήσοντας [καὶ ἐπερωτήσοντας τὸ μαντεῖον]
10 καθώς ἐστιν τῶι γέ[νει πάτριον ὑπὲρ τοῦ Βουζύγου]
καὶ ἱερέως Διὸς ἐμ Πα[λλαδίωι Διοτίμου τοῦ Διοδώρου]
Ἁλαιέως v ὑμεῖς οὖν καλῶς [ποιήσετε ἀποδεξάμενοι αὐ]-
τοὺς καὶ εἰσαγαγόντες εἰσ τ[ὸ χρηστήριον καὶ τοῦ δο]-
θέντος χρησμοῦ διαπεμψ[άμε]νοι τῶι γέ[νει ἀντίγραφον]
15       ἐπιστολὴ παρὰ Δελφ[ν πρ]ὸς τὸ γένος [— — —]
Δελφῶν οἱ ἄρχοντες καὶ <ἁ> π[ό]λ̣ις τῶι γένει τῶι Γ[εφυραίων]
χαίρειν v Γινώσκετε τοὺς [ἀπ]εσταλ<μ>ένους ὑφ’ ὑ[μῶν ἐπὶ]
τὰν μαντείαν καὶ <ἐ>περώτασ[ιν ὑ]πὲρ τοῦ Βουζύγου κ[α]ὶ ἱ[ερέως]
[Δ]ι̣ὸ̣ς̣ ἐμ Παλλαδίωι Διοτ[ίμου] τοῦ Διοδώρου Ἁλαιέως [Θε]-
20 [όφιλ]ο̣ν Διοδώρου Ἁλ[αιέα] Παμμένην Ζήνωνος Μα[ρα]-
[θώνιον ἀπ]ο̣δ̣ε̣[δωκότας ἁμ]ε̣ῖν τὰ παρ’ ὑμῶν πεμφθέντ[α]
[γράμματα περὶ τᾶς μαντεί]ας καὶ ἀνανενεωμένους τὰν̣
[ὑπάρχουσαν ποτί τε τὰν] πόλιν ἁμῶν καὶ τὸν θεὸν οἰ-
[κειότατα τῶν Γεφυραίων] καὶ κεκαλλιερηκότας καὶ
25 [ἐπερωτακότας τὸ ἕδος(?) ἅ]γιον· τὰν οὖν ἐπερώτασιν
[καὶ τὸν χρησμὸν τοῦ θεοῦ ἀπε]στάλμεθα π[ο]θ’ ὑμὲ
[σφραγισάμενοι τᾶι δαμοσίαι σφρα]γεῖδι vacat
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us