[ ] Att. — IG II² 10193
See also:
1 [εἴ] με μαθεῖν <ἐ>θέλεις, παριών, ξένε, ὅπποθεν ἦλ[θον],
[γνώσηι· ἀφίγ]μενος εἰμὶ ἀπ’ εὐρυχόρου Σαλαμῖν[ος],
[λείπω ἄτερ] στυγερῶν νούσων βίον, οὔνομα [Ἐπικτᾶς]·
[ὥς μοι] καλλίστη βιότη πέλεν ἡ δὲ τελευτή·
5 αἰεὶ γὰρ τ’ εὔβουλος ἐὼν θάνον Ἀτθίδι γ[αίῃ],
ἣν ἱκόμην χάριν ἀνδρὶ φέρων σοφίην δ[ιασήμῳ]
[θνῄσκω δὲ] ξώοντα φιλέων τριμήσιον ὑόν
[τὸν] θάνατον [τ]όδε μνῆμ’ ἐπιδών, [ξέν’ ὁδῖτα?, λογίζου]
             Ἐπίκτητος Φιλαθηναίου
Search Help
Contact Us