| 1 | θ[εο]ί |
| Ἐπιγένης εἶπεν· τύχηι ἀγαθῆι τῶν δημοτῶν· v | |
| ἐπειδὴ Φιλόκωμος εἰσηγήσατο τοῖς δημότα- | |
| ις π[ερὶ τ]ῆς Ἄκριδος ἀποδόσθαι τῶι θεῶι τὴν | |
| 5 | λιθ[οτομ]ίαν, ὅπως ἂν ἡ θυσία γίγνηται ὡς καλ- |
| λίστη̣, [καὶ ἐώ]ν̣ηται παρὰ τῶν δημοτῶν Μοιροκ- | |
| λῆς [εἰς] πέ̣ν̣[τ]ε ἔτη τριῶν ἡμιμν[αί]ων τοῦ ἐνι[α]- | |
| υτοῦ καὶ ἑκατὸν δραχμὰς ἐπέ[δωκ]εν εἰς τὰ Ἡ̣[ρ]- | |
| [ά]κ̣[λ]εια· [δε]δό[χ]θαι Ἐλευσινίο[ις]· ἐ̣π̣αινέσαι [μ]- | |
| 10 | ὲν Φιλόκωμον Φαλανθίδου καὶ [στ]εφανῶ<σα>ι χρ[υ]- |
| [σ]ῶ̣ι στεφάνω̣ι ἀρετῆς ἕνεκα κα[ὶ] ε̣ὐνοίας τῆ[ς] | |
| εἰς τοὺς δημότας, εἰς δὲ τὸν στέφανον τὸ [ἀργ]- | |
| ύριον δοῦναι Φιλοκώμωι ἐναντίον τῶν δημ[ο]- | |
| τῶν ἑκατὸν δραχμὰς Μοιροκλέα, ἐπαινέσαι δ- | |
| 15 | ὲ Μοιροκλέα Εὐθυδήμου, ὅτι τοῖς δημόταις ἐ- |
| πιμελεῖται, ὅπως ἂν ἦι πρόσοδος ὡς πλείστη, | |
| καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι. vac. | |
| 17a | relief |
| 18 | Φιλόκ̣ω[μ]ος Φαλανθίδου Ἐλευσίνιος εἶπεν· τύχηι ἀγαθ- |
| ῆι τῶν δημοτῶν· ὅπως ἂν τῶι Ἡρακλεῖ τῶι ἐν Ἄκριδι πρόσ- | |
| 20 | οδος ἦι̣ ὡς πλείστη κ̣αὶ ἡ θυσία θύηται ὡς καλλίστη, ἐψη- |
| φίσθαι τοῖς δημόταις· τὰς λιθοτομίας τὰς Ἐλευσῖνι, ἐ- | |
| π̣[ειδή ․․․․․]ΙΩ̣Ν εἰσὶν ἱερα̣ὶ τοῦ Ἡρακλέως τοῦ ἐν Ἄκρι- | |
| δι, μ[ισ]θοῦν τὸν δήμαρχον ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν τῶ- | |
| ι τὸ π[λεῖσ]τον διδόντ[ι]· τὸν δὲ μισθωσάμενον ἀποδιδόν- | |
| 25 | αι τὴν μίσθωσιν τὴν μὲν ἐπὶ Νικήτου ἄρχοντος ἐν ὧι ἂν |
| χ̣ρόν̣[ωι] τοὺς δημότας πε[ί]θει, πρὸ τῆς θυσίας, μετὰ δὲ Νι- | |
| κήτην ἄρχοντα εἰς τὸν Μεταγειτνιῶνα μῆνα ταῖς ἀρχα- | |
| ιρεσίαις, ὅταν οἱ δημόται ἀγοράζωσιν ἐν τῶι Θησείωι· | |
| ἐγγυητά[ς] τ̣[ε] καταστησάτω ὁ μισθωσάμενος δύο ἄνδρας | |
| 30 | [ὀμουμέν]ους ᾖ μὴν ἀποδώσειν τὴν μίσθωσιν πᾶσαν ἐν τῶ- |
| ι χρό[νω]ι τῶι εἰρημένωι· τὸν δὲ δήμαρχον λαβόντα τοῦτ- | |
| ο τὸ ἀργύριον παρέχειν εἰς τὴν ἑ̣ορτὴν τοῦ Ἡρακλέως τ- | |
| ο[ῦ ἐν Ἄκ]ριδι· διαχειροτονῆσαι δὲ αὐτί̣κα μάλα τοὺς δη- | |
| μότας ἐάν τε εἰς ἐνιαυτὸν δοκεῖ μισθοῦν, ἐάν τε εἰς πλ- | |
| 35 | έω χρόνον, ὁπότερα δ’ ἂν δοκεῖ, ταῦτα κύρια εἶναι καὶ μι- |
| σθοῦν πρὸς ταῦτα τὸν δήμαρχον· μὴ ἐξέστω δὲ εἰπεῖν μη- | |
| θένα τοῦτο τὸ ἀργύριον ὡς δεῖ ἄλλοθί που τρέψαι ἢ εἰς | |
| τὴν θυσίαν τοῦ Ἡρακλέως, μηδὲ τοῖς ἱερομνήμοσιν ἐπι- | |
| ψηφίσαι, μηδὲ τῶι δημάρχωι· ἐὰν δέ τις ἢ εἴπει ἢ ἐπιψηφ- | |
| 40 | ίσει παρὰ τόδε τὸ ψήφισμα, ὀφειλέτω τῶι θεῶι τὸ διπλά- |
| σιον ἢ ὅσον ἂν εἴπει ἢ ἐπιψηφίσει· καὶ ὁ εὔθυνος καὶ ὁ σ- | |
| υνήγορος ἐπάναγκες αὐτῶν καταγιγνωσκόντων τοῦτο | |
| τὸ ἀργύριον ἢ αὐτοὶ ὀφειλόντωσαν· ἀναγράψαι δὲ τόδε | |
| τὸ ψήφισμα τὸν δήμαρχον ἐν στήλει λιθίνει καὶ στῆσα- | |
| 45 | ι ἐν τῶι ἱερῶι τοῦ Ἡρακλέως τοῦ ἐν Ἄκριδι, ὅπως ἂν τὰ ἐψ- |
| ηφισμένα ὑπὸ τῶν δημοτῶν κύρια εἶ εἰς τὸν ἀεὶ χρόνον | |
| κ̣[αὶ μ]ὴ καταλύηται· συνεπιμεληθῆναι δὲ τῆς στήλης ὅπ- | |
| ως ἂν σταθεῖ ἐν τῶι ἱερῶι τὸν ἱερέα τοῦ Ἡρακλέως Ἀν[τ]ι- | |
| φά[ν]ην πρὸ τῆς θυσίας τῆς ἐπὶ Νικήτου ἄρχοντος· εἰ̣ς δὲ | |
| 50 | τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν δήμαρχον δέκα ․․ |
| [δ]ραχμ̣[ὰς ἐ]κ τῆς τοῦ θε̣οῦ προσόδου. κύριον δὲ εἶναι τόδ- | |
| [ε τὸ ψ]ήφισμα ἀπὸ Νικήτου ἄρχοντος, ἀφ’ ἧς ἂν ἡμέρας οἱ δ- | |
| ημόται ψηφίσωνται. vacat |
SEG
28:103