[ ] Att. — Athens — stoich. 39 — 375/4 BC — Ag. 16.106C
1 ἔδοξε τοῖς νομοθέταις, ἐπὶ Ἱππο[δάμαντος]
ἄρχοντος ∶ Νικοφῶν εἶπεν·
τὸ ἀργύριον δέχεσθαι τὸ Ἀττικὸν̣ ὅτ[αν δεικνύητ?]-
αι ἀργυρο͂γ καὶ ἔχηι τὸν δημόσιογ χα[ρακτῆρα. ὁ δὲ]
5 δοκιμαστὴς ὁ δημόσιος καθήμενος με[ταξὺ τῶν τρ]-
απεζῶν δοκιμαζέτω κατὰ ταῦτα ὅσαι ἡ̣[μέραι πλὴν]
ὅταν ἦ[ι] χρημάτωγ καταβολή, τότε δὲ ἐ[ν τῶι βολευτ]-
ηρίωι. ἐὰν δέ τις προσενέγκηι ξ̣[ε]ν[ικὸν ἀργύριον?]
ἔχον τὸν αὐτὸγ χαρακτῆρα τῶι Ἀττι[κῶ]ι̣, ἐ[ὰν καλόν], {²⁷ἐ[κ το͂ νόμο] Sokolowski}²⁷
10 ἀποδιδότω τῶι προσενεγκόντι. ἐὰν δὲ ὑπ[όχαλκον]
ἢ ὑπομόλυβδον ἢ κίβδηλον, διακοπτέτ̣ω πα[ραυτίκ]-
α {²⁷πα[ραχρῆμ]|α Bogaert}²⁷ καὶ ἔστω ἱερὸν τῆς Μητρὸς [τ]ῶν θεῶγ καὶ κ[αταβαλ]-
λέτω ἐς τὴμ βολήν. ἐὰν δὲ μὴ καθῆτ[α]ι ὁ δοκι[μαστὴς]
ἢ μὴ δοκιμάζηι κατὰ τὸν νόμον, τυπ̣[τ]όντων [αὐτὸν ο]-
15 ἱ το͂ δήμο συλλογῆς πεντήκοντα πληγὰς τ[ῆι μάστι]-
γι. ἐὰν δὲ τις μὴ δέχηται τὸ ἀ̣[ρ]γ[ύρ]ιον ὅ τ[ι ἂν ὁ δοκι]-
μαστὴς δοκιμάστηι, στερέσθω ὧν ἂμ [π]ωλῆτ̣[αι ἐκείν]-
ηι τῆι ἡμέραι. φαίνειν δὲ τὰ μὲν ἐν [τ]ῶ̣ι σί̣[τωι πρὸς]
τὸς σιτοφύλακας, τὰ δὲ ἐν τῆι ἀγορᾶι κ[α][ἐν τῶι ἄλ]-
20 λωι ἄστει πρὸς τοὺς το͂ δήμο συλλογέ[ας], τὰ [δὲ ἐν τῶ]-
ι ἐμπορίωι καὶ τῶι Πει[ρ]αιεῖ πρὸς τοὺ[ς ἐπιμελητ]-
ὰς τοῦ ἐμπορίο πλὴν τὰ ἐν τῶι σίτωι, τὰ δὲ [ἐν τῶι σί]-
τωι πρὸς τοὺς σιτοφύλακας. τῶν δὲ φανθέ[ντων, ὁπό]-
σα μὲν ἂν ἦι ἐντὸς δέκα δραχμῶν, κύριοι ὄ[ντων οἱ ἄ]-
25 ρχοντες διαγιγνώσκειν, τὰ δὲ ὑπὲρ [δ][κ]α [δραχμάς],
ἐσαγόντων ἐς τὸ δικαστήριον. οἱ δὲ θε[σμ]οθ[έται π]-
αρεχόντων αὐτοῖς ἐπικληρο͂ντες δικα[στήριον ὅ]-
ταμ παραγγέλλωσιν ἢ εὐ̣θυνέ̣σθω[ν ․] δραχ[μαῖς. τῶι]
δὲ φήναντι μετέστω τὸ ἥμισυ, ἐ[ὰ]ν ἕληι ὁ̣ [ὠνόμενος] {²⁷ὁ̣[ντιναοῦν] Bogaert}²⁷
30 ἐὰ̣ν δὲ δο͂λος ἦι ὁ πωλῶν ἢ δόλη, ὑπ<α>ρχέτω̣ μ[ὲν αὐτῶι]
τύπτεσθαι 𐅄 πληγὰς τῆι μάστιγι ὑπὸ [τῶν ἀρχόντω]-
ν οἷς ἕκαστα προστέτακται. ἐὰν δέ τις [τῶ]ν ἀ[ρχόντ]-
ων μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, εἰσαγ[αγέτω αὐτὸ]-
ν {²⁷εἰσαγ[γελλέτω μὲ]|ν Hansen}²⁷ ἐς τὴμ βολὴν Ἀθηναίων ὁ βολόμενος οἷς [ἔξεστιν].
35 ἐὰν δὲ ἁλῶι, ὑπαρχέτω μὲν αὐτῶι πεπαῦσθ[αι ἄρχον]-
τι καὶ προστιμάτω αὐτῶ[ι] ἡ βολὴ μέχρι [𐅅 δραχμῶν. ὅ]-
πως δ’ ἂν ἦι καὶ ἐμ Πειραιεῖ δοκιμαστὴς [τοῖς ναυκ]-
λήροις καὶ τοῖς ἐμπόροις καὶ τοῖς ἄλλο[ις πᾶσιν],
καταστησάτω ἡ βολὴ ἐκ τῶν δημοσίων ἐὰ̣[ν ․․c.7․․ {²⁷ὑπάρχηι Bogaert}²⁷]
40 ἢ ἐσπριάσθω, τὴν δὲ τιμὴν οἱ ἀποδέκται [μεριζόντ]-
ων. οἱ δὲ ἐπιμεληταὶ τοῦ ἐμπορίο ἐπιμελ̣έ[σ]θω[ν ὅπ]-
ως ἂγ καθῆται πρὸς τῆι στήληι τοῦ Ποσειδῶνο[ς κα]-
ὶ χρήσθων τῶι νόμωι καθάπερ περὶ το̣͂ ἐν ἄστ[ει δοκ]-
ιμαστο͂ εἴρηται κατὰ ταὐτά. ἀναγράψαι δὲ ἐν σ[τήλ]-
45 ηι λιθίνηι τὸν νόμον τόνδε καὶ καταθεῖναι ἐν [ἄσ]-
τει μὲμ μεταξὺ τῶν τραπεζῶν, ἐμ Πειραιεῖ δὲ πρό[σ]-
θεν τῆς στήλης τοῦ Ποσει[δ]νος. ὁ δὲ γραμματε[ὺ]ς [ὁ]
τῆς βολῆς παραγγειλάτω μίσθωμα τοῖς πωλ[ηταῖς].
οἱ δὲ πωληταὶ ἐσενεγκόντων ἐς τὴμ βολήν. τ[ὴν δὲ μ]-
50 ισθοφορίαν εἶναι τῶι δοκιμαστῆι τῶι ἐν τῶι [ἐμπ]-
ορίωι ἐπὶ μὲν Ἱππδάμαντος ἄρχοντος ἀφ’ οὗ̣ [ἂν κα]-
τασταθῆι, μεριζόντων οἱ <ἀ>ποδέκται ὅσομπερ τ̣[ῶι]
ἐν ἄστει δοκιμαστῆι, ἐς δὲ τὸν λοιπὸγ χρόν[ον ἐ͂να]-
ι αὐτῶι τὴμ μισθοφορίαν ὅθεμπερ τοῖς ἀργυ[ροκό]-
55 ποις. εἰ δὲ τι ψήφισμα γέγραπται πο ἐστήληι πα̣[ρὰ τ]-
όνδε τὸν νόμον, καθελέτω ὁ γραμματεὺς τῆς βολ[ῆς].
Search Help
Contact Us