[ ] Att. — Athens — stoich. 17 — 333/2 BC
1 θεοί.
κατὰ τ[άδ]ε ἐμίσθωσεν
Χάροψ [Φ]αληρεὺς καὶ ο-
ἱ ὀργ[εῶ]νες τοῦ ἡρώιο
5 τὸν [κῆπ]ον Θρασυβούλ-
ωι Ἀ[λωπε]κῆθεν εἴκοσι
δραχ[μῶν] τοῦ ἐνιαυτο͂
ἑ̣κάστου ἔτη τριάκον-
τα· ἀποδιδόναι δὲ τὴν
10 μίσθωσιν ἐ[ν] τῶι Θαργ-
ηλιῶνι· ἐνοι [κ]οδομεῖ-
σθαι δὲ Θρασ[ύ]βουλον
ἐάν τι βούληται τοῖς
αὑτοῦ τέλ[ε]σιν ἐν τῶι
15 χωρίωι τῶι ἔξω τοῦ ὀχ-
ετοῦ· ἐπειδὰν δὲ ἐξ<ή>κ-
ει ὁ χρόνος τῆς μισθω-
σεως ἀπιέναι Θρασύβ-
ουλον λαβόντα τὸν κέ-
20 <ρ>αμον καὶ τὰ ξύλα κ<α>ὶ
τὰ θυρώματα, ἐὰμ μή τι
αὐτὸν πεί<θ>ει Χάροψ v
καὶ οἱ ὀργεῶνες· στήσ-
αι δὲ στήλην Θρασύβο-
25 υλον ἐν τῶι ἱερῶι ἀντ-
ίγραφα τῶνδε τῶν συν-
θηκῶν. χρόνος· ἀρχει Ν-
ικοκράτης ἄρχων. χρη-
σ<θ>αι δὲ τῶι ἱερῶι v κα-
30 θ̣αρῶι. vacat
Search Help