SEG 24:154
[ ] Att. — Rhamnous — sh. aft. 265/4 BC
frg. a.1 θεοί.
Νικόστρατος Ἐπιτέλου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Ἐπιχάρης, ἐπί τε Λυσιθε[ίδου]
χειροτονηθεῖς ἵππαρχος καλῶς καὶ κατὰ τοὺς νόμους ποησάμενος τοῦ ἱππικ̣ο̣[ῦ]
[τ]ὴν ἐπιμέλειαν, ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἐστεφανώθη καὶ τῶν ἱππέων, πάλιν
5 [τε] ἐπ̣ὶ̣ Πειθ<ι>δήμου ἄρχοντος, χειροτονήσαντος αὐτὸν στρατηγὸν τοῦ δήμου, κα[ὶ]
[τάξαν]τος ἐπὶ τὴν χώραν τὴν παραλίαν, καλῶς καὶ φιλοτίμως ποησάμενος τῆς
[φυλακῆς τ]ὴ̣ν ἐπιμέλειαν τό τε φρούριον διέσωισε τῶι δήμωι πολέμου ὄντος vvvv
[τούς τε σιτικοὺς καὶ] τ̣οὺς ξυλίνους καρποὺς μέχρι̣ τριάκοντα σταδίων συνεκόμισεν
[εἰς τὸ στ]ρατό[πεδον, πύρ]γο<υ>ς [δὲ ἐν τῆι] χώραι καταστησάμενος κρυπτούς, ἐπὶ τὰς σκο%⁸⁰%⁸⁰-
10 [πιὰς παρεφε]δ̣ρεύων αὐτὸς μ̣ετὰ τ̣ῶν̣ στρατιωτῶν ὅπως ἀσφαλῶς γένηται ἡ vv
[συγκομιδὴ τῶν κ]αρπ̣ῶν τοῖς γεωργοῖς· τε[τήρ]ηκεν δὲ καὶ τὰς ἀμπέλους ἐφ’ ὅσον
[κυριεύω]ν ἦν τ̣ῆς χώρας· κατεσκεύακε δ’ ἐκ τῶ̣ν [ἰδ]ίων καὶ στοὰν ὅπως, ἄν τις εἶ χρεία,
παρακοιτ̣ῶ̣σι πάντες καὶ ἐξ ἑτ̣[οί]μ̣ου, ἂν δεῖ, γίνηται ἡ βοήθεια· ὠικοδόμηκε δὲ καὶ
φυλακτήρια διττὰ καὶ κύνας̣ [π]ροσ̣κατέστησε το[ῖ]ς ὑπάρχουσιν, διδοὺς αὐτὸς
15 τὴν τροφήν, ὅπω[ς] ἡ φυλακὴ πλέω γ[ίγ]νηται· πεποήκε δὲ καὶ στρατήγιον, τὸ ἱερὸν
[τῆς Νεμέσεω]ς κατασκευάσας, ὅπως ε̣ἶ̣ ἐν τιμεῖ καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τοῖς
[δημόταις]· εἰσεκόμισε δὲ καὶ πυρῶν μεδίμνους 𐅅 καὶ κρ[ι]θῶν 𐅅 προευπορή-
[σασ] α̣ὐ̣τὸς τὰς τιμὰς, καὶ διέδωκεν τοῖς τε πολίταις καὶ τοῖς στρατιώταις τῆς
[κ]αθεστηκείας τιμῆς· συνετάξατο δὲ καὶ ὑπὲ̣[ρ] τῶν γινομένων αἰχμαλώτων
20 [ὅ]πως ἀποδόντες ἑκατὸ̣ν εἴκοσι δραχμὰς ἀνασώιζονται διὰ̣ τοῦ κήρυκος καὶ μη-
[δε]ὶς ἐξαχθεῖ τῶν πολιτ̣ῶ̣ν μηδὲ τὰ δοῦλα σώματα ἀφανίζηται· ἐκόλασε δὲ καὶ τοὺ-
[ς κ]α̣θηγουμένους εἰς τ̣[ὴ]ν χώραν τοῖς πειραταῖς, λαβὼν καὶ ἐξετάσας αὐτούς, ὄν-
[τα]ς ἐκ τῆς πόλεως, [ἀξίω]ς ὧν ἔπραττον· παρεσκεύασε δὲ καὶ τοῖς παρὰ Πατρόκλου
[πα]ραγενομένοις [στρα]τ̣ιώταις ἐπὶ τὴν βοήθειαν, καὶ στέγα[ς] ὅπως ἔχωσιν ἱκανὰς
25 ․․․․․․․c.21-22․․․․․․․․ο οὐθένα ποήσας ἐν ἐπισταθμείαι τῶν πολιτῶν οὐδὲ τῶν
․․․․․․․․․․c.27-28․․․․․․․․․․․μηκε δὲ καὶ τοῖς πολίταις ὅπως διδῶται̣ τὸ εἰσ-
[— — — — — — — — — — — στρα]τ̣ι̣ώταις μηθὲν ἐλλειπ̣ — — — — —
                        lacuna
frg. b.1 [— — — — — — — ἀ]ρετῆς ἕ[νεκα — — — — — — —]
[— — — — — Ῥαμ]νουσίων καὶ — — — — — — — —
[— — — — — στρατ]ηγοῖς ἐπ — — — — — — — — —
[— — — — — — — — ἐπ]ιμελει[α — — — — — — —]
5 [— — — — — — — — — αισ — — — — — — — — — —
                  lacuna
frg. c   in corona:
1 [το]ὺ̣ς στρατιώτας.
Search Help
Contact Us