[ ]
Att. — end 4th c. BC — SEG 18.120
| 4 | [π]ολλ[ο]ῖς ΑΓΝΗΟΝ δαίμων βίον ὤπασε προῖκ[α] |
| 5 | παύροισιν δὲ ἔτυμογ κτῆμα δικαιοσύνην, |
| ἧς μέρος οὐκ ἐλάχιστον ὅδε ζωοῖσι μετασ[χὼν] | |
| Δαιοκράτης κοινοῦ τέρμα ἐπέρησε βίου, | |
| οἰκείαις δ’ ἐγ χερσὶ τέκνων ἀλόχου τε ἀδα̣[κ]ρυ[τὶ] | |
| [ε]ὐξυνέτου Μοίρας εἰς τὸ χρεὼν δί̣δοται. |