[ ]
Att. — Rhamnous — non-stoich. — ca. 240-235 BC
| 1 | Εὔαινος Ῥιανοῦ Λαμπτρεὺς εἶπε· ἐπειδὴ Ἀντίμαχος |
| εὔνους ὢν διατελεῖ τοῖς στρατευομένοις τῶν ὑπαί- | |
| θρων καὶ χρήσιμον ἑαυτὸν παρασκευάζων ἐν παντὶ καιρῶι | |
| καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι ἑκάστωι, εἰς ὅσα ποτὲ παρακεκλή- | |
| 5 | κασιν αὐτὸν ἀπροφα̣σί̣στως ἀποδεικνύμενος ἣν ἔχει εὔνοι- |
| αν πρὸς τοὺς στρατευομένους τῶν ὑπαίθρων ἐν παντὶ και- | |
| ρῶι, ἐπαγγέλλεται δὲ καὶ εἰς τὸ λοιπὸν χρήσιμον ἑαυτὸν πα- | |
| [ρέχει]ν, εἰς ἃ ἂν αὐτὸν [ἢ κοινεῖ ἢ ἰδίαι παρακαλῶσιν], τύχει ἀγαθεῖ δε- | |
| δόχθαι τοῖς̣ σ̣τ̣ρ̣ατε̣[υομέ]νο̣ι̣ς̣ τῶ̣[ν] ὑπαίθρων ἐπαινέσαι | |
| 10 | Ἀντίμαχον ․․․․․․․c.19․․․․․․․․νιέα καὶ στεφανῶσαι αὐ- |
| τὸν χρυσῶι στεφά̣νω̣ι ἀρετῆς ἕν̣ε[κ]α καὶ φιλοτιμίας τῆς εἰς ἑ- | |
| αυτοὺς [καὶ τὸν δῆμον τῶν․․․․․․․․․․c.24․․․․․․․․․․]περ | |
| [․․․․․․․․․․c.24․․․․․․․․․․· ἀναγράψαι δὲ τόδε] τὸ ψήφισμα | |
| ἐν στήληι λιθίνηι καὶ στῆσαι αὐτὴν ἐν τῶ̣ι [Νεμεσίωι {²⁷θεάτρωι?}²⁷ — — —]ηδη· | |
| 15 | [ἑλέσθαι δ’ ἄνδρας τρεῖς, οἵτινες ἐπιμελήσονται τῆς τε] ἀνα- |
| [γραφῆς τοῦ ψηφίσματος καὶ τῆς ἀναθέσεως τῆς στήλης, τὸ δὲ] | |
| [γενόμενον ἀνάλωμα — — — — — — — — — — — — — — — — — — — — |