[ ] Att. — Ikaria — non-stoich. — ca. 330 BC
1 [ἔδοξεν Ἰκαριεῦσιν· ἐπειδὴ — — —αῖος Σωσ]ιγένους Ἰκαριεὺς τά τε ἱερὰ ἔθυσεν ἅπασιν τοῖς θεοῖς
[οἷς πάτριον ἦν, καὶ τῶν ἄλλων ἁπάντων ἐπεμε]λήθη καλῶς καὶ φιλοτίμως, καὶ ἀπήνγειλεν εἶναι καλὰ
․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․Ε̣ΩΝΚΜΩΙ καρποὶ καλοὶ κατὰ πᾶσαν τὴν χώρα[ν] γεγόνασιν ΤΑΟ
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․, ἐπει]δὴ δὲ λόγον ἀπενήνοχεν ἐν τῶι Ἑκατονβαιῶνι μηνὶ τεῖ δεκάτει
5 ․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․ ἀποφαίνει χρήματα περιόντα λογισάμενος τὰς προσόδους καὶ τὰ
ἀ̣ν̣[αλώματα, ὥστε δοκεῖν καλῶς τ]ε καὶ δικαίως ἄρξαι, καὶ παρέδωκεν τῶι μεθ’ ἑαυτὸν δημάρχ{ι}ωι {²⁶δημάρχωι}²⁶ Θουκυδί-
δει ΤΩΠΕΗΟΝ[— — — — — — — ἐπαινέσαι — —]αῖον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ M δραχμῶν ἀρετῆς ἕνε-
κα καὶ δικαιοσύνης τῆς πρὸς τ̣ο̣ὺ̣ς̣ δημότας· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν τῶι Διονυσίωι· ἀνειπεῖν δὲ τὸν στέ-
φανον Διονυσίων τοῖς τραγωιδοῖς.   vacat
Search Help